φαῖσι πολυπλόκοιςΠαλαμήδεά θʼ, ὃν τέκε παῖς ὁ Ποσει-δᾶνος, Διομήδεά θʼ ἡδο-ναῖς δίσκου κεχαρημένον,παρὰ δὲ Μηριόνην, Ἄρεοςὄζον, θαῦμα βροτοῖσιν,τὸν ἀπὸ νησαίων τʼ ὀρέωνΛαέρτα τόκον, ἅμα δὲ Νι-ρέα, κάλλιστον Ἀχαιῶν.—τὸν ἰσάνεμόν τε ποδοῖνλαιψηροδρόμον Ἀχιλῆα,τὸν ἁ Θέτις τέκε καὶ Χείρωνἐξεπόνησεν, εἶδοναἰγιαλοῖς παρά τε κροκάλαιςδρόμον ἔχοντα σὺν ὅπλοις·ἅμιλλαν δʼ ἐπόνει ποδοῖνπρὸς ἅρμα τέτρωρονἑλίσσων περὶ νίκας.ὁ δὲ διφρηλάτας ἐβοᾶτʼ,Εὔμηλος Φερητιάδας,ᾧ καλλίστους ἰδόμανχρυσοδαιδάλτους στομίοιςπώλους κέντρῳ θεινομένους,τοὺς μὲν μέσους ζυγίουςλευκοστίκτῳ τριχὶ βαλιούς,τοὺς δʼ ἔξω σειροφόρουςἀντήρεις καμπαῖσι δρόμων,πυρσότριχας, μονόχαλα δʼ ὑπὸ σφυρὰποικιλοδέρμονας· οἷς παρεπάλλετοΠηλεΐδας σὺν ὅπλοισι παρʼ ἄντυγα καὶ σύ-ριγγας ἁρματείους.—ναῶν δʼ εἰς ἀριθμὸν ἤλυθονκαὶ θέαν ἀθέσφατον,τὰν γυναικεῖον ὄψιν ὀμμάτωνὡς πλήσαιμι, μέλινον ἁδονάν.καὶ κέρας μὲν ἦνδεξιὸν πλάτας ἔχωνΦθιώτας ὁ Μυρμιδὼν Ἄρηςπεντήκοντα ναυσὶ θουρίαις.χρυσέαις δʼ εἰκόσιν κατʼ ἄκρα Νη-