τήνδε κομίζεις. ἴθι. λευκαίνειτόδε φῶς ἤδη λάμπουσʼ ἠὼςπῦρ τε τεθρίππων τῶν Ἀελίου·σύλλαβε μόχθων.θνητῶν δʼ ὄλβιος ἐς τέλος οὐδεὶςοὐδʼ εὐδαίμων·οὔπω γὰρ ἔφυ τις ἄλυπος.—ἔμολον ἀμφὶ παρακτίανψάμαθον Αὐλίδος ἐναλίας,Εὐρίπου διὰ χευμάτωνκέλσασα στενοπόρθμων,Χαλκίδα πόλιν ἐμὰν προλιποῦσʼ,ἀγχιάλων ὑδάτων τροφὸντᾶς κλεινᾶς Ἀρεθούσας,Ἀχαιῶν στρατιὰν ὡς ἐσιδοίμανἈχαιῶν τε πλάτας ναυσιπόρους ἡ-μιθέων, οὓς ἐπὶ Τροίανἐλάταις χιλιόναυσιντὸν ξανθὸν Μενέλαόν θʼἁμέτεροι πόσειςἐνέπουσʼ Ἀγαμέμνονά τʼ εὐπατρίδανστέλλειν ἐπὶ τὰν Ἑλέναν, ἀπʼΕὐρώτα δονακοτρόφουΠάρις ὁ βουκόλος ἃν ἔλαβεδῶρον τᾶς Ἀφροδίτας,ὅτʼ ἐπὶ κρηναίαισι δρόσοιςἭρᾳ Παλλάδι τʼ ἔριν ἔρινμορφᾶς ἁ Κύπρις ἔσχεν.—πολύθυτον δὲ διʼ ἄλσος Ἀρ-τέμιδος ἤλυθον ὀρομένα,φοινίσσουσα παρῇδʼ ἐμὰναἰσχύνᾳ νεοθαλεῖ,ἀσπίδος ἔρυμα καὶ κλισίαςὁπλοφόρους Δαναῶν θέλουσʼἵππων τʼ ὄχλον ἰδέσθαι.κατεῖδον δὲ δύʼ Αἴαντε συνέδρω,τὸν Οἰλέως Τελαμῶνός τε γόνον, τὸνΣαλαμῖνος στέφανον· Πρω-τεσίλαόν τʼ ἐπὶ θάκοιςπεσσῶν ἡδομένους μορ-