στὰς δʼ ἐν μέσῳ Ταλθύβιος, ᾧ τόδʼ ἦν μέλον,εὐφημίαν ἀνεῖπε καὶ σιγὴν στρατῷ·Κάλχας δʼ ὁ μάντις ἐς κανοῦν χρυσήλατονἔθηκεν ὀξὺ χειρὶ φάσγανον σπάσαςκολεῶν ἔσωθεν, κρᾶτά τʼ ἔστεψεν κόρης.ὁ παῖς δʼ ὁ Πηλέως ἐν κύκλῳ βωμὸν θεᾶςλαβὼν κανοῦν ἔβρεξε χέρνιβάς θʼ ὁμοῦ,ἔλεξε δʼ· Ὦ παῖ Ζηνός, ὦ θηροκτόνε,τὸ λαμπρὸν εἱλίσσουσʼ ἐν εὐφρόνῃ φάος,δέξαι τὸ θῦμα τόδʼ ὅ γέ σοι δωρούμεθαστρατός τʼ Ἀχαιῶν Ἀγαμέμνων ἄναξ θʼ ὁμοῦ,ἄχραντον αἷμα καλλιπαρθένου δέρης,καὶ δὸς γενέσθαι πλοῦν νεῶν ἀπήμοναΤροίας τε πέργαμʼ ἐξελεῖν ἡμᾶς δορί.ἐς γῆν δʼ Ἀτρεῖδαι πᾶς στρατός τʼ ἔστη βλέπων.ἱερεὺς δὲ φάσγανον λαβὼν ἐπεύξατο,λαιμόν τʼ ἐπεσκοπεῖθʼ, ἵνα πλήξειεν ἄν·ἐμοὶ δέ τʼ ἄλγος οὐ μικρὸν εἰσῄει φρενί,κἄστην νενευκώς· θαῦμα δʼ ἦν αἴφνης ὁρᾶν.πληγῆς κτύπον γὰρ πᾶς τις ᾔσθετʼ ἂν σαφῶς,τὴν παρθένον δʼ οὐκ εἶδεν οὗ γῆς εἰσέδυ.βοᾷ δʼ ἱερεύς, ἅπας δʼ ἐπήχησε στρατός,ἄελπτον εἰσιδόντες ἐκ θεῶν τινοςφάσμʼ, οὗ γε μηδʼ ὁρωμένου πίστις παρῆν·ἔλαφος γὰρ ἀσπαίρουσʼ ἔκειτʼ ἐπὶ χθονὶἰδεῖν μεγίστη διαπρεπής τε τὴν θέαν,ἧς αἵματι βωμὸς ἐραίνετʼ ἄρδην τῆς θεοῦ.κἀν τῷδε Κάλχας πῶς δοκεῖς χαίρων ἔφη·Ὦ τοῦδʼ Ἀχαιῶν κοίρανοι κοινοῦ στρατοῦ,ὁρᾶτε τήνδε θυσίαν, ἣν ἡ θεὸςπρούθηκε βωμίαν, ἔλαφον ὀρειδρόμον;ταύτην μάλιστα τῆς κόρης ἀσπάζεται,ὡς μὴ μιάνῃ βωμὸν εὐγενεῖ φόνῳ.ἡδέως τε τοῦτʼ ἐδέξατο, καὶ πλοῦν οὔριονδίδωσιν ἡμῖν Ἰλίου τʼ ἐπιδρομάς.πρὸς ταῦτα πᾶς τις θάρσος αἶρε ναυβάτης,χώρει τε πρὸς ναῦν· ὡς ἡμέρᾳ τῇδε δεῖλιπόντας ἡμᾶς Αὐλίδος κοίλους μυχοὺςΑἴγαιον οἶδμα διαπερᾶν.ἐπεὶ δʼ ἅπαν