ὦ πότνια, πότνια, θύμασιν βροτησίοιςχαρεῖσα, πέμψον ἐς Φρυγῶνγαῖαν Ἑλλάνων στρατὸνκαὶ δολόεντα Τροίας ἕδη,Ἀγαμέμνονά τε λόγχαιςἙλλάδι κλεινότατον στέφανονδὸς ἀμφὶ κάρα ἑὸνκλέος ἀείμνηστον ἀμφιθεῖναι.ὦ Τυνδαρεία παῖ, Κλυταιμήστρα, δόμωνἔξω πέρασον, ὡς κλύῃς ἐμῶν λόγων.φθογγῆς κλύουσα δεῦρο σῆς ἀφικόμην,ταρβοῦσα τλήμων κἀκπεπληγμένη φόβῳ·μή μοί τινʼ ἄλλην ξυμφορὰν ἥκεις φέρωνπρὸς τῇ παρούσῃ;σῆς μὲν οὖν παιδὸς πέριθαυμαστά σοι καὶ δεινὰ σημῆναι θέλω.μὴ μέλλε τοίνυν, ἀλλὰ φράζʼ ὅσον τάχος.ἀλλʼ, ὦ φίλη δέσποινα, πᾶν πεύσῃ σαφῶς.λέξω δʼ ἀπʼ ἀρχῆς, ἤν τι μὴ σφαλεῖσά μουγνώμη ταράξῃ γλῶσσαν ἐν λόγοις ἐμήν.ἐπεὶ γὰρ ἱκόμεσθα τῆς Διὸς κόρηςἈρτέμιδος ἄλσος λείμακάς τʼ ἀνθεσφόρους,ἵνʼ ἦν Ἀχαιῶν σύλλογος στρατεύματος,σὴν παῖδʼ ἄγοντες, εὐθὺς Ἀργείων ὄχλοςἠθροίζεθʼ. ὡς δʼ ἐσεῖδεν Ἀγαμέμνων ἄναξἐπὶ σφαγὰς στείχουσαν εἰς ἄλσος κόρην,ἀνεστέναξε, κἄμπαλιν στρέψας κάραδάκρυε, πρόσθεν ὀμμάτων πέπλον προθείς.ἣ δὲ σταθεῖσα τῷ τεκόντι πλησίονἔλεξε τοιάδʼ· Ὦ πάτερ, πάρειμί σοι·τοὐμὸν δὲ σῶμα τῆς ἐμῆς ὑπὲρ πάτραςκαὶ τῆς ἁπάσης Ἑλλάδος γαίας ὕπερθῦσαι δίδωμʼ ἑκοῦσα πρὸς βωμὸν θεᾶςἄγοντας, εἴπερ ἐστὶ θέσφατον τόδε.καὶ τοὐπʼ ἔμʼ εὐτυχεῖτε· καὶ νικηφόρουδώρου τύχοιτε πατρίδα τʼ ἐξίκοισθε γῆν.πρὸς ταῦτα μὴ ψαύσῃ τις Ἀργείων ἐμοῦ·σιγῇ παρέξω γὰρ δέρην εὐκαρδίως.τοσαῦτʼ ἔλεξε· πᾶς δʼ ἐθάμβησεν κλύωνεὐψυχίαν τε κἀρετὴν τῆς παρθένου.