κατηνθρακώθη θῦμʼ ἐν Ἡφαίστου φλογί,τὰ πρόσφορʼ ηὔξαθʼ, ὡς τύχοι νόστου στρατός.πέμπει δʼ Ἀγαμέμνων μʼ ὥστε σοι φράσαι τάδε,λέγειν θʼ ὁποίας ἐκ θεῶν μοίρας κυρεῖκαὶ δόξαν ἔσχεν ἄφθιτον καθʼ Ἑλλάδα.ἐγὼ παρὼν δὲ καὶ τὸ πρᾶγμʼ ὁρῶν λέγω·ἡ παῖς σαφῶς σοι πρὸς θεοὺς ἀφίπτατο.λύπης δʼ ἀφαίρει καὶ πόσει πάρες χόλον·ἀπροσδόκητα δὲ βροτοῖς τὰ τῶν θεῶν,σώζουσί θʼ οὓς φιλοῦσιν. ἦμαρ γὰρ τόδεθανοῦσαν εἶδε καὶ βλέπουσαν παῖδα σήν.ὡς ἥδομαί τοι ταῦτʼ ἀκούσασʼ ἀγγέλου·ζῶν δʼ ἐν θεοῖσι σὸν μένειν φράζει τέκος.ὦ παῖ, θεῶν τοῦ κλέμμα γέγονας;πῶς σε προσείπω; πῶς δʼ οὐ φῶπαραμυθεῖσθαι τούσδε μάτην μύθους,ὥς σου πένθους λυγροῦ παυσαίμαν;καὶ μὴν Ἀγαμέμνων ἄναξ στείχει,τούσδʼ αὐτοὺς ἔχων σοι φράζειν μύθους.γύναι, θυγατρὸς ἕνεκʼ ὄλβιοι γενοίμεθʼ ἄν·ἔχει γὰρ ὄντως ἐν θεοῖς ὁμιλίαν.χρὴ δέ σε λαβοῦσαν τόνδε μόσχον νεαγενῆστείχειν πρὸς οἴκους· ὡς στρατὸς πρὸς πλοῦν ὁρᾷ.καὶ χαῖρε· χρόνια γε τἀμά σοι προσφθέγματαΤροίηθεν ἔσται. καὶ γένοιτό σοι καλῶς.χαίρων, Ἀτρείδη, γῆν ἱκοῦ Φρυγίαν,χαίρων δʼ ἐπάνηκε,κάλλιστά μοι σκῦλʼ ἀπὸ Τροίας ἑλών.