λέγε καὶ σήμαινʼ, ἵνα καὶ γλώσσῃσύντονα τοῖς σοῖς γράμμασιν αὐδῶ.μὴ στέλλειν τὰν σὰν ἶνιν πρὸςτὰν κολπώδη πτέρυγʼ ΕὐβοίαςΑὖλιν ἀκλύσταν.εἰς ἄλλας ὥρας γὰρ δὴπαιδὸς δαίσομεν ὑμεναίους.καὶ πῶς Ἀχιλεὺς λέκτρων ἀπλακὼνοὐ μέγα φυσῶν θυμὸν ἐπαρεῖσοὶ σῇ τʼ ἀλόχῳ;τόδε καὶ δεινόν· σήμαινʼ ὅ τι φῄς.ὄνομʼ, οὐκ ἔργον, παρέχων Ἀχιλεὺςοὐκ οἶδε γάμους, οὐδʼ ὅ τι πράσσομεν,οὐδʼ ὅτι κείνῳ παῖδʼ ἐπεφήμισανυμφείους εἰς ἀγκώνωνεὐνὰς ἐκδώσειν λέκτροις.δεινά γʼ ἐτόλμας, Ἀγάμεμνον ἄναξ,ὃς τῷ τῆς θεᾶς σὴν παῖδʼ ἄλοχονφατίσας ἦγες σφάγιον Δαναοῖς.οἴμοι, γνώμας ἐξέσταν,αἰαῖ, πίπτω δʼ εἰς ἄταν.ἀλλʼ ἴθʼ ἐρέσσων σὸν πόδα, γήρᾳμηδὲν ὑπείκων.σπεύδω, βασιλεῦ.μή νυν μήτʼ ἀλσώδεις ἵζουκρήνας μήθʼ ὕπνῳ θελχθῇς.εὔφημα θρόει.πάντῃ δὲ πόρον σχιστὸν ἀμείβωνλεῦσσε, φυλάσσων μή τίς σε λάθῃτροχαλοῖσιν ὄχοις παραμειψαμένηπαῖδα κομίζουσʼ ἐνθάδʼ ἀπήνηΔαναῶν πρὸς ναῦς.ἔσται τάδε.κλῄθρων δʼ ἐξόρμοιςἤν νιν πομπαῖς ἀντήσῃς,πάλιν εἰσόρμα, σεῖε χαλινούς,ἐπὶ Κυκλώπων ἱεὶς θυμέλας.πιστὸς δὲ φράσας τάδε πῶς ἔσομαι,λέγε, παιδὶ σέθεν τῇ σῇ τʼ ἀλόχῳ;σφραγῖδα φύλασσʼ ἣν ἐπὶ δέλτῳ