τὰν ἄνασσαν Ἄρτεμιν,τὰν μάκαιραν· ὡς ἐμοῖσιν, εἰ χρεών,αἵμασι θύμασί τεθέσφατʼ ἐξαλείψω.ὦ πότνια πότνια μᾶτερ, οὐ δάκρυά γέ σοιδώσομεν ἁμέτερα·παρʼ ἱεροῖς γὰρ οὐ πρέπει.ἰὼ ἰὼ νεάνιδες,συνεπαείδετʼ ἌρτεμινΧαλκίδος ἀντίπορον,ἵνα τε δόρατα μέμονε δάϊʼὄνομα διʼ ἐμὸν τᾶσδʼ Αὐλίδοςστενοπόροις ἐν ὅρμοις.ἰὼ γᾶ μᾶτερ ὦ Πελασγία,Μυκηναῖαί τʼ ἐμαὶ θεράπναι—καλεῖς πόλισμα Περσέως,Κυκλωπίων πόνον χερῶν;ἐθρέψαθʼ Ἑλλάδι με φάος·θανοῦσα δʼ οὐκ ἀναίνομαι.κλέος γὰρ οὔ σε μὴ λίπῃ.ἰὼ ἰώ.λαμπαδοῦχος ἁμέραΔιός τε φέγγος, ἕτερον ἕτεροναἰῶνα καὶ μοῖραν οἰκήσομεν.χαῖρέ μοι, φίλον φάος.ἰὼ ἰώ.ἴδεσθε τὰν Ἰλίουκαὶ Φρυγῶν ἑλέπτολινστείχουσαν, ἐπὶ κάρα στέφηβαλουμέναν χερνίβων τε παγάς,βωμόν γε δαίμονος θεᾶςῥανίσιν αἱματορρύτοιςχρανοῦσαν εὐφυῆ τε σώματος δέρηνσφαγεῖσαν. εὔδροσοι παγαὶπατρῷαι μένουσι χέρνιβές τέ σεστρατός τʼ Ἀχαιῶν θέλωνἸλίου πόλιν μολεῖν.ἀλλὰ τὰν Διὸς κόρανκλῄσωμεν Ἄρτεμιν,θεῶν ἄνασσαν, ὡς ἐπʼ εὐτυχεῖ πότμῳ.