ὡς εὐτυχοῦσά γʼ Ἑλλάδος τʼ εὐεργέτις.τί δὴ κασιγνήταισιν ἀγγελῶ σέθεν;μηδʼ ἀμφὶ κείναις μέλανας ἐξάψῃ πέπλους.εἴπω δὲ παρὰ σοῦ φίλον ἔπος τι παρθένοις;χαίρειν γε. Ὀρέστην τʼ ἔκτρεφʼ ἄνδρα τόνδε μοι.προσέλκυσαί νιν ὕστατον θεωμένη.ὦ φίλτατʼ, ἐπεκούρησας ὅσον εἶχες φίλοις.ἔσθʼ ὅ τι κατʼ Ἄργος δρῶσά σοι χάριν φέρω;πατέρα τὸν ἀμὸν μὴ στύγει, πόσιν γε σόν.δεινοὺς ἀγῶνας διὰ σὲ δεῖ κεῖνον δραμεῖν.ἄκων μʼ ὑπὲρ γῆς Ἑλλάδος διώλεσεν.δόλῳ δʼ, ἀγεννῶς Ἀτρέως τʼ οὐκ ἀξίως.τίς μʼ εἶσιν ἄξων πρὶν σπαράσσεσθαι κόμης;ἐγώ, μετά γε σοῦ—μὴ σύ γʼ· οὐ καλῶς λέγεις.πέπλων ἐχομένη σῶν.ἐμοί, μῆτερ, πιθοῦ·μένʼ· ὡς ἐμοί τε σοί τε κάλλιον τόδε.πατρὸς δʼ ὀπαδῶν τῶνδέ τίς με πεμπέτωἈρτέμιδος ἐς λειμῶνʼ, ὅπου σφαγήσομαι.ὦ τέκνον, οἴχῃ;καὶ πάλιν γʼ οὐ μὴ μόλω.λιποῦσα μητέρα;ὡς ὁρᾷς γʼ, οὐκ ἀξίως.σχές, μή με προλίπῃς.οὐκ ἐῶ στάζειν δάκρυ.ὑμεῖς δʼ ἐπευφημήσατʼ, ὦ νεάνιδες,παιᾶνα τἠμῇ συμφορᾷ Διὸς κόρηνἌρτεμιν· ἴτω δὲ Δαναΐδαις εὐφημία.κανᾶ δʼ ἐναρχέσθω τις, αἰθέσθω δὲ πῦρπροχύταις καθαρσίοισι, καὶ πατὴρ ἐμὸςἐνδεξιούσθω βωμόν· ὡς σωτηρίανἝλλησι δώσουσʼ ἔρχομαι νικηφόρον.ἄγετέ με τὰν Ἰλίουκαὶ Φρυγῶν ἑλέπτολιν.στέφεα περίβολα δίδοτε, φέρετε— πλόκαμος ὅδε καταστέφειν —χερνίβων τε παγάς.ἑλίσσετʼ ἀμφὶ ναὸνἀμφὶ βωμὸν Ἄρτεμιν,