ζηλῶ δὲ σοῦ μὲν Ἑλλάδʼ, Ἑλλάδος δὲ σέ.εὖ γὰρ τόδʼ εἶπας ἀξίως τε πατρίδος·τὸ θεομαχεῖν γὰρ ἀπολιποῦσʼ, ὅ σου κρατεῖ,ἐξελογίσω τὰ χρηστὰ τἀναγκαῖά τε.μᾶλλον δὲ λέκτρων σῶν πόθος μʼ ἐσέρχεταιἐς τὴν φύσιν βλέψαντα· γενναία γὰρ εἶ.ὅρα δʼ· ἐγὼ γὰρ βούλομαί σʼ εὐεργετεῖνλαβεῖν τʼ ἐς οἴκους· ἄχθομαί τʼ, ἴστω Θέτις,εἰ μή σε σώσω Δαναΐδαισι διὰ μάχηςἐλθών. ἄθρησον· ὁ θάνατος δεινὸν κακόν.λέγω τάδʼ οὐδὲν οὐδένʼ εὐλαβουμένη.ἡ Τυνδαρὶς παῖς διὰ τὸ σῶμʼ ἀρκεῖ μάχαςἀνδρῶν τιθεῖσα καὶ φόνους· σὺ δʼ, ὦ ξένε,μὴ θνῇσκε διʼ ἐμὲ μηδʼ ἀποκτείνῃς τινά,ἔα δὲ σῷσαί μʼ Ἑλλάδʼ, ἢν δυνώμεθα.ὦ λῆμʼ ἄριστον, οὐκ ἔχω πρὸς τοῦτʼ ἔτιλέγειν, ἐπεί σοι τάδε δοκεῖ· γενναῖα γὰρφρονεῖς· τί γὰρ τἀληθὲς οὐκ εἴποι τις ἄν;ὅμως δʼ, ἴσως γὰρ κἂν μεταγνοίης τάδε,ὡς οὖν ἂν εἰδῇς τἀπʼ ἐμοῦ λελεγμένα,ἐλθὼν τάδʼ ὅπλα θήσομαι βωμοῦ πέλας,ὡς οὐκ ἐάσων σʼ ἀλλὰ κωλύσων θανεῖν.χρήσῃ δὲ καὶ σὺ τοῖς ἐμοῖς λόγοις τάχα,ὅταν πέλας σῆς φάσγανον δέρης ἴδῃς.οὔκουν ἐάσω σʼ ἀφροσύνῃ τῇ σῇ θανεῖν·ἐλθὼν δὲ σὺν ὅπλοις τοῖσδε πρὸς ναὸν θεᾶςκαραδοκήσω σὴν ἐκεῖ παρουσίαν.μῆτερ, τί σιγῇ δακρύοις τέγγεις κόρας;ἔχω τάλαινα πρόφασιν ὥστʼ ἀλγεῖν φρένα.παῦσαι· ʼμὲ μὴ κάκιζε· τάδε δέ μοι πιθοῦ.λέγʼ· ὡς παρʼ ἡμῶν οὐδὲν ἀδικήσῃ, τέκνον.μήτʼ οὖν γε τὸν σὸν πλόκαμον ἐκτέμῃς τριχός,μήτʼ ἀμφὶ σῶμα μέλανας ἀμπίσχῃ πέπλους.τί δὴ τόδʼ εἶπας, τέκνον; ἀπολέσασά σε;οὐ σύ γε· σέσῳσμαι, κατʼ ἐμὲ δʼ εὐκλεὴς ἔσῃ.πῶς εἶπας; οὐ πενθεῖν με σὴν ψυχὴν χρεών;ἥκιστʼ, ἐπεί μοι τύμβος οὐ χωσθήσεται.τί δαί; τὸ θνῄσκειν, οὐ τάφος, νομίζεται.βωμὸς θεᾶς μοι μνῆμα τῆς Διὸς κόρης.ἀλλʼ, ὦ τέκνον, σοὶ πείσομαι· λέγεις γὰρ εὖ.