πονηρὸν εἶπας οἰωνὸν λόγον.ὡς χρεὼν σφάξαι νιν.οὐδεὶς τοῖσδʼ ἐναντίον λέγει;ἐς θόρυβον ἐγώ τι καὐτὸς ἤλυθον—τίνʼ, ὦ ξένε;σῶμα λευσθῆναι πέτροισι.μῶν κόρην σῴζων ἐμήν;αὐτὸ τοῦτο.τίς δʼ ἂν ἔτλη τοῦ σώματος τοῦ σοῦ θιγεῖν;πάντες Ἕλληνες.στρατὸς δὲ Μυρμιδὼν οὔ σοι παρῆν;πρῶτος ἦν ἐκεῖνος ἐχθρός.διʼ ἄρʼ ὀλώλαμεν, τέκνον.οἵ με τὸν γάμων ἀπεκάλουν ἥσσονα.ἀπεκρίνω δὲ τί;τὴν ἐμὴν μέλλουσαν εὐνὴν μὴ κτανεῖν—δίκαια γάρ.ἣν ἐφήμισεν πατήρ μοι.καὶ Ἀργόθεν γʼ ἐπέμψατο.ἀλλʼ ἐνικώμην κεκραγμοῦ.τὸ πολὺ γὰρ δεινὸν κακόν.ἀλλʼ ὅμως ἀρήξομέν σοι.καὶ μαχῇ πολλοῖσιν εἷς;εἰσορᾷς τεύχη φέροντας τούσδε;ὄναιο τῶν φρενῶν.ἀλλʼ ὀνησόμεσθα.παῖς ἄρʼ οὐκέτι σφαγήσεται;οὔκ, ἐμοῦ γʼ ἑκόντος.ἥξει δʼ ὅστις ἅψεται κόρης;μυρίοι γʼ, ἄξει δʼ Ὀδυσσεύς.ἆρʼ ὁ Σισύφου γόνος;αὐτὸς οὗτος.ἴδια πράσσων, ἢ στρατοῦ ταχθεὶς ὕπο;αἱρεθεὶς ἑκών.πονηράν γʼ αἵρεσιν, μιαιφονεῖν.ἀλλʼ ἐγὼ σχήσω νιν.ἄξει δʼ οὐχ ἑκοῦσαν ἁρπάσας;δηλαδὴ ξανθῆς ἐθείρας.ἐμὲ δὲ δρᾶν τί χρὴ τότε;ἀντέχου θυγατρός.