ὁ δὲ τεκών με τὰν τάλαιναν,ὦ μᾶτερ ὦ μᾶτερ,οἴχεται προδοὺς ἔρημον.ὦ δυστάλαινʼ ἐγώ, πικρὰνπικρὰν ἰδοῦσα δυσελέναν,φονεύομαι διόλλυμαισφαγαῖσιν ἀνοσίοισιν ἀνοσίου πατρός.μή μοι ναῶν χαλκεμβολάδωνπρύμνας ἅδʼ Αὐλὶς δέξασθαιτούσδʼ εἰς ὅρμους ἐς Τροίανὤφελεν ἐλάταν πομπαίαν,μηδʼ ἀνταίαν Εὐρίπῳπνεῦσαι πομπὰν Ζεύς, μειλίσσωναὔραν ἄλλοις ἄλλαν θνατῶνλαίφεσι χαίρειν,τοῖσι δὲ λύπαν, τοῖσι δʼ ἀνάγκαν,τοῖς δʼ ἐξορμᾶν, τοῖς δὲ στέλλειν,τοῖσι δὲ μέλλειν.ἦ πολύμοχθον ἄρʼ ἦν γένος, ἦ πολύμοχθονἁμερίων, τὸ χρεὼν δέ τι δύσποτμονἀνδράσιν ἀνευρεῖν.ἰὼ ἰώ,μεγάλα πάθεα, μεγάλα δʼ ἄχεαΔαναΐδαις τιθεῖσα Τυνδαρὶς κόρα.ἐγὼ μὲν οἰκτίρω σε συμφορᾶς κακῆςτυχοῦσαν, οἵας μήποτʼ ὤφελες τυχεῖν.ὦ τεκοῦσα μῆτερ, ἀνδρῶν ὄχλον εἰσορῶ πέλας.τόν τε τῆς θεᾶς παῖδα, τέκνον, ᾧ σὺ δεῦρʼ ἐλήλυθας.διαχαλᾶτέ μοι μέλαθρα, δμῶες, ὡς κρύψω δέμας.τί δὲ τέκνον, φεύγεις;Ἀχιλλέα τόνδʼ ἰδεῖν αἰσχύνομαι.ὡς τί δή;τὸ δυστυχές μοι τῶν γάμων αἰδῶ φέρει.οὐκ ἐν ἁβρότητι κεῖσαι πρὸς τὰ νῦν πεπτωκότα.ἀλλὰ μίμνʼ· οὐ σεμνότητος ἔργον, ἢν ὀνώμεθα.ὦ γύναι τάλαινα, Λήδας θύγατερ—οὐ ψευδῆ θροεῖς.δείνʼ ἐν Ἀργείοις βοᾶται—τίνα βοήν; σήμαινέ μοι.ἀμφὶ σῆς παιδός—