ὑμᾶς τε κἀμέ, θέσφατʼ εἰ λύσω θεᾶς.οὐ Μενέλεώς με καταδεδούλωται, τέκνον,οὐδʼ ἐπὶ τὸ κείνου βουλόμενον ἐλήλυθα,ἀλλʼ Ἑλλάς, ᾗ δεῖ, κἂν θέλω κἂν μὴ θέλω,θῦσαί σε· τούτου δʼ ἥσσονες καθέσταμεν.ἐλευθέραν γὰρ δεῖ νιν ὅσον ἐν σοί, τέκνον,κἀμοὶ γενέσθαι, μηδὲ βαρβάροις ὕποἝλληνας ὄντας λέκτρα συλᾶσθαι βίᾳ.ὦ τέκνον, ὦ ξέναι,οἲ ʼγὼ θανάτου τοῦ σοῦ μελέα.φεύγει σε πατὴρ Ἅιδῃ παραδούς.οἲ ʼγώ, μᾶτερ· ταὐτὸν τόδε γὰρμέλος εἰς ἄμφω πέπτωκε τύχης,κοὐκέτι μοι φῶςοὐδʼ ἀελίου τόδε φέγγος.ἰὼ ἰώ.νιφόβολον Φρυγῶν νάπος Ἴδας τʼ ὄρεα,Πρίαμος ὅθι ποτὲ βρέφος ἁπαλὸν ἔβαλεματέρος ἀποπρὸ νοσφίσας ἐπὶ μόρῳθανατόεντι Πάριν, ὃς Ἰδαῖος Ἰ-δαῖος ἐλέγετʼ ἐλέγετʼ ἐν Φρυγῶν πόλει,μή ποτʼ ὤφελες τὸν ἀμφὶβουσὶ βουκόλον τραφέντʼἈλέξανδρον οἰκίσαιἀμφὶ τὸ λευκὸν ὕδωρ, ὅθι κρῆναιΝυμφᾶν κεῖνταιλειμών τʼ ἔρνεσι θάλλωνχλωροῖς καὶ ῥοδόεντʼἄνθεʼ ὑακίνθινά τε θεαῖς δρέπειν· ἔνθα ποτὲΠαλλὰς ἔμολε καὶ δολιόφρων ΚύπριςἭρα θʼ Ἑρμᾶς θʼ, ὁ Διὸς ἄγγελος,ἃ μὲν ἐπὶ πόθῳ τρυφῶσαΚύπρις, ἃ δὲ δορὶ Παλλάς,Ἥρα τε Διὸς ἄνακτοςεὐναῖσι βασιλίσιν,κρίσιν ἐπὶ στυγνὰν ἔριν τεκαλλονᾶς, ἐμοὶ δὲ θάνατον —ὄνομα μὲν φέροντα Δαναΐ-δαισιν, ὦ κόραι, πρόθυμα δʼἔλαβεν Ἄρτεμις πρὸς Ἴλιον.