Τί δʼ ἆρʼ ἐγὼ σέ; πρέσβυν ἆρʼ ἐσδέξομαιἐμῶν φίλαισιν ὑποδοχαῖς δόμων, πάτερ,πόνων τιθηνοὺς ἀποδιδοῦσά σοι τροφάς;τούτων ἐγὼ μὲν τῶν λόγων μνήμην ἔχω,σὺ δʼ ἐπιλέλησαι, καί μʼ ἀποκτεῖναι θέλεις.μή, πρός σε Πέλοπος καὶ πρὸς Ἀτρέως πατρὸςκαὶ τῆσδε μητρός, ἣ πρὶν ὠδίνουσʼ ἐμὲνῦν δευτέραν ὠδῖνα τήνδε λαμβάνει.τί μοι μέτεστι τῶν Ἀλεξάνδρου γάμωνἙλένης τε; πόθεν ἦλθʼ ἐπʼ ὀλέθρῳ τὠμῷ, πάτερ;βλέψον πρὸς ἡμᾶς, ὄμμα δὸς φίλημά τε,ἵνʼ ἀλλὰ τοῦτο κατθανοῦσʼ ἔχω σέθενμνημεῖον, ἢν μὴ τοῖς ἐμοῖς πεισθῇς λόγοις.ἀδελφέ, μικρὸς μὲν σύ γʼ ἐπίκουρος φίλοις,ὅμως δὲ συνδάκρυσον, ἱκέτευσον πατρὸςτὴν σὴν ἀδελφὴν μὴ θανεῖν· αἴσθημά τοικἀν νηπίοις γε τῶν κακῶν ἐγγίγνεται.ἰδοὺ σιωπῶν λίσσεταί σʼ ὅδʼ, ὦ πάτερ.ἀλλʼ αἴδεσαί με καὶ κατοίκτιρον βίου.ναί, πρὸς γενείου σʼ ἀντόμεσθα δύο φίλω·ὃ μὲν νεοσσός ἐστιν, ἣ δʼ ηὐξημένη.ἓν συντεμοῦσα πάντα νικήσω λόγον·τὸ φῶς τόδʼ ἀνθρώποισιν ἥδιστον βλέπειν,τὰ νέρθε δʼ οὐδέν· μαίνεται δʼ ὃς εὔχεταιθανεῖν. κακῶς ζῆν κρεῖσσον ἢ καλῶς θανεῖν.ὦ τλῆμον Ἑλένη, διὰ σὲ καὶ τοὺς σοὺς γάμουςἀγὼν Ἀτρείδαις καὶ τέκνοις ἥκει μέγας.ἐγὼ τά τʼ οἰκτρὰ συνετός εἰμι καὶ τὰ μή,φιλῶ τʼ ἐμαυτοῦ τέκνα· μαινοίμην γὰρ ἄν.δεινῶς δʼ ἔχει μοι ταῦτα τολμῆσαι, γύναι,δεινῶς δὲ καὶ μή· τοῦτο γὰρ πρᾶξαί με δεῖ.ὁρᾶθʼ ὅσον στράτευμα ναύφρακτον τόδε,χαλκέων θʼ ὅπλων ἄνακτες Ἑλλήνων ὅσοι,οἷς νόστος οὐκ ἔστʼ Ἰλίου πύργους ἔπι,εἰ μή σε θύσω, μάντις ὡς Κάλχας λέγει,οὐδʼ ἔστι Τροίας ἐξελεῖν κλεινὸν βάθρον.μέμηνε δʼ Ἀφροδίτη τις Ἑλλήνων στρατῷπλεῖν ὡς τάχιστα βαρβάρων ἐπὶ χθόνα,παῦσαί τε λέκτρων ἁρπαγὰς Ἑλληνικῶν·οἳ τὰς ἐν Ἄργει παρθένους κτενοῦσί μου