ἀλλʼ ἐμὲ δίκαιον ἀγαθὸν εὔχεσθαί τί σοι;οὔ τἄρʼ ἀσυνέτους τοὺς θεοὺς ἡγοίμεθʼ ἄν,εἰ τοῖσιν αὐθένταισιν εὖ φρονήσομεν;ἥκων δʼ ἂν Ἄργος προσπέσοις τέκνοισι σοῖς;ἀλλʼ οὐ θέμις σοι. τίς δὲ καὶ προσβλέψεταιπαίδων σʼ, ἵνʼ αὐτῶν προσέμενος κτάνῃς τινά;ταῦτʼ ἦλθες ἤδη διὰ λόγων, ἢ σκῆπτρά σοιμόνον διαφέρειν καὶ στρατηλατεῖν μέλει;ὃν χρῆν δίκαιον λόγον ἐν Ἀργείοις λέγειν·Βούλεσθʼ, Ἀχαιοί, πλεῖν Φρυγῶν ἐπὶ χθόνα;κλῆρον τίθεσθε παῖδʼ ὅτου θανεῖν χρεών.ἐν ἴσῳ γὰρ ἦν τόδʼ, ἀλλὰ μὴ σὲ ἐξαίρετονσφάγιον παρασχεῖν Δαναΐδαισι παῖδα σήν,ἢ Μενέλεων πρὸ μητρὸς Ἑρμιόνην κτανεῖν,οὗπερ τὸ πρᾶγμʼ ἦν. νῦν δʼ ἐγὼ μὲν ἡ τὸ σὸνσῴζουσα λέκτρον παιδὸς ἐστερήσομαι,ἡ δʼ ἐξαμαρτοῦσʼ, ὑπότροφον νεάνιδαΣπάρτῃ κομίζουσʼ, εὐτυχὴς γενήσεται.τούτων ἄμειψαί μʼ εἴ τι μὴ καλῶς λέγω·εἰ δʼ εὖ λέλεκται, νῶι μὴ δή γε κτάνῃςτὴν σήν τε κἀμὴν παῖδα, καὶ σώφρων ἔσῃ.πιθοῦ. τὸ γάρ τοι τέκνα συνσῴζειν καλόν,Ἀγάμεμνον· οὐδεὶς πρὸς τάδʼ ἀντερεῖ βροτῶν.εἰ μὲν τὸν Ὀρφέως εἶχον, ὦ πάτερ, λόγον,πείθειν ἐπᾴδουσʼ, ὥσθʼ ὁμαρτεῖν μοι πέτρας,κηλεῖν τε τοῖς λόγοισιν οὓς ἐβουλόμην,ἐνταῦθʼ ἂν ἦλθον· νῦν δέ, τἀπʼ ἐμοῦ σοφά,δάκρυα παρέξω· ταῦτα γὰρ δυναίμεθʼ ἄν.ἱκετηρίαν δὲ γόνασιν ἐξάπτω σέθεντὸ σῶμα τοὐμόν, ὅπερ ἔτικτεν ἥδε σοι,μή μʼ ἀπολέσῃς ἄωρον· ἡδὺ γὰρ τὸ φῶςβλέπειν· τὰ δʼ ὑπὸ γῆς μή μʼ ἰδεῖν ἀναγκάσῃς.πρώτη σʼ ἐκάλεσα πατέρα καὶ σὺ παῖδʼ ἐμέ·πρώτη δὲ γόνασι σοῖσι σῶμα δοῦσʼ ἐμὸνφίλας χάριτας ἔδωκα κἀντεδεξάμην.λόγος δʼ ὁ μὲν σὸς ἦν ὅδʼ· Ἆρά σʼ, ὦ τέκνον,εὐδαίμονʼ ἀνδρὸς ἐν δόμοισιν ὄψομαι,ζῶσάν τε καὶ θάλλουσαν ἀξίως ἐμοῦ;οὑμὸς δʼ ὅδʼ ἦν αὖ περὶ σὸν ἐξαρτωμένηςγένειον, οὗ νῦν ἀντιλάζυμαι χερί·