τί δὲ σὺ σκηνῆς ἐκτὸς ἀίσσεις,Ἀγάμεμνον ἄναξ;ἔτι δʼ ἡσυχία τῇδε κατʼ Αὖλινκαὶ ἀκίνητοι φυλακαὶ τειχέων.στείχωμεν ἔσω.ζηλῶ σέ, γέρον,ζηλῶ δʼ ἀνδρῶν ὃς ἀκίνδυνονβίον ἐξεπέρασʼ ἀγνὼς ἀκλεής·τοὺς δʼ ἐν τιμαῖς ἧσσον ζηλῶ.καὶ μὴν τὸ καλόν γʼ ἐνταῦθα βίου.τοῦτο δέ γʼ ἐστὶν τὸ καλὸν σφαλερόν,καὶ τὸ πρότιμονγλυκὺ μέν, λυπεῖ δὲ προσιστάμενον.τοτὲ μὲν τὰ θεῶν οὐκ ὀρθωθέντʼἀνέτρεψε βίον, τοτὲ δʼ ἀνθρώπωνγνῶμαι πολλαὶκαὶ δυσάρεστοι διέκναισαν.οὐκ ἄγαμαι ταῦτʼ ἀνδρὸς ἀριστέως.οὐκ ἐπὶ πᾶσίν σʼ ἐφύτευσʼ ἀγαθοῖς,Ἀγάμεμνον, Ἀτρεύς.δεῖ δέ σε χαίρειν καὶ λυπεῖσθαι·θνητὸς γὰρ ἔφυς. κἂν μὴ σὺ θέλῃς,τὰ θεῶν οὕτω βουλόμενʼ ἔσται.σὺ δὲ λαμπτῆρος φάος ἀμπετάσαςδέλτον τε γράφειςτήνδʼ ἣν πρὸ χερῶν ἔτι βαστάζεις,καὶ ταὐτὰ πάλιν γράμματα συγχεῖςκαὶ σφραγίζεις λύεις τʼ ὀπίσωῥίπτεις τε πέδῳ πεύκην, θαλερὸνκατὰ δάκρυ χέων,καὶ τῶν ἀπόρων οὐδενὸς ἐνδεῖςμὴ οὐ μαίνεσθαι.τί πονεῖς; τί νέον περὶ σοί, βασιλεῦ;φέρε κοίνωσον μῦθον ἐς ἡμᾶς.πρὸς δʼ ἄνδρʼ ἀγαθὸν πιστόν τε φράσεις·σῇ γάρ μʼ ἀλόχῳ τότε Τυνδάρεωςπέμπει φερνὴνσυννυμφοκόμον τε δίκαιον.πέμπω σοι πρὸς ταῖς πρόσθενδέλτους, ὦ Λήδας ἔρνος—