Κάλχας δʼ ὁ μάντις ἀπορίᾳ κεχρημένοιςἀνεῖλεν Ἰφιγένειαν ἣν ἔσπειρʼ ἐγὼἈρτέμιδι θῦσαι τῇ τόδʼ οἰκούσῃ πέδον,καὶ πλοῦν τʼ ἔσεσθαι καὶ κατασκαφὰς Φρυγῶνθύσασι, μὴ θύσασι δʼ οὐκ εἶναι τάδε.κλύων δʼ ἐγὼ ταῦτʼ, ὀρθίῳ κηρύγματιΤαλθύβιον εἶπον πάντʼ ἀφιέναι στρατόν,ὡς οὔποτʼ ἂν τλὰς θυγατέρα κτανεῖν ἐμήν.οὗ δή μʼ ἀδελφὸς πάντα προσφέρων λόγονἔπεισε τλῆναι δεινά. κἀν δέλτου πτυχαῖςγράψας ἔπεμψα πρὸς δάμαρτα τὴν ἐμὴνπέμπειν Ἀχιλλεῖ θυγατέρʼ ὡς γαμουμένην,τό τʼ ἀξίωμα τἀνδρὸς ἐκγαυρούμενος,συμπλεῖν τʼ Ἀχαιοῖς οὕνεκʼ οὐ θέλοι λέγων,εἰ μὴ παρʼ ἡμῶν εἶσιν ἐς Φθίαν λέχος·πειθὼ γὰρ εἶχον τήνδε πρὸς δάμαρτʼ ἐμήν,ψευδῆ συνάψας ἀντὶ παρθένου γάμον.μόνοι δʼ Ἀχαιῶν ἴσμεν ὡς ἔχει τάδεΚάλχας Ὀδυσσεὺς Μενέλεώς θʼ. ἃ δʼ οὐ καλῶςἔγνων τότʼ, αὖθις μεταγράφω καλῶς πάλινἐς τήνδε δέλτον, ἣν κατʼ εὐφρόνης σκιὰνλύοντα καὶ συνδοῦντά μʼ εἰσεῖδες, γέρον.ἀλλʼ εἶα χώρει τάσδʼ ἐπιστολὰς λαβὼνπρὸς Ἄργος. ἃ δὲ κέκευθε δέλτος ἐν πτυχαῖς,λόγῳ φράσω σοι πάντα τἀγγεγραμμένα·πιστὸς γὰρ ἀλόχῳ τοῖς τʼ ἐμοῖς δόμοισιν εἶ.Ὦ πρέσβυ, δόμων τῶνδε πάροιθενστεῖχε.στείχω. τί δὲ καινουργεῖς,Ἀγάμεμνον ἄναξ;σπεύσεις;σπεύδω.μάλα τοι γῆρας τοὐμὸν ἄυπνονκαὶ ἐπʼ ὀφθαλμοῖς ὀξὺ πάρεστιν.τίς ποτʼ ἄρʼ ἀστὴρ ὅδε πορθμεύει;Σείριος ἐγγὺς τῆς ἑπταπόρουΠλειάδος ᾄσσων ἔτι μεσσήρης.οὔκουν φθόγγος γʼ οὔτʼ ὀρνίθωνοὔτε θαλάσσης· σιγαὶ δʼ ἀνέμωντόνδε κατʼ Εὔριπον ἔχουσιν.