ἔγημας ἄκουσάν με κἄλαβες βίᾳ,τὸν πρόσθεν ἄνδρα Τάνταλον κατακτανών·βρέφος τε τοὐμὸν σῷ προσούδισας πάλῳ,μαστῶν βιαίως τῶν ἐμῶν ἀποσπάσας.καὶ τὼ Διός σε παῖδʼ, ἐμὼ δὲ συγγόνω,ἵπποισι μαρμαίροντʼ ἐπεστρατευσάτην·πατὴρ δὲ πρέσβυς Τυνδάρεώς σʼ ἐρρύσατοἱκέτην γενόμενον, τἀμὰ δʼ ἔσχες αὖ λέχη.οὗ σοι καταλλαχθεῖσα περὶ σὲ καὶ δόμουςσυμμαρτυρήσεις ὡς ἄμεμπτος ἦ γυνή,ἔς τʼ Ἀφροδίτην σωφρονοῦσα καὶ τὸ σὸνμέλαθρον αὔξουσʼ, ὥστε σʼ εἰσιόντα τεχαίρειν θύραζέ τʼ ἐξιόντʼ εὐδαιμονεῖν.σπάνιον δὲ θήρευμʼ ἀνδρὶ τοιαύτην λαβεῖνδάμαρτα· φλαύραν δʼ οὐ σπάνις γυναῖκʼ ἔχειν.τίκτω δʼ ἐπὶ τρισὶ παρθένοισι παῖδά σοιτόνδʼ, ὧν μιᾶς σὺ τλημόνως μʼ ἀποστερεῖς.κἄν τίς σʼ ἔρηται τίνος ἕκατί νιν κτενεῖς,λέξον, τί φήσεις; ἢ ʼμὲ χρὴ λέγειν τὰ σά;Ἑλένην Μενέλεως ἵνα λάβῃ. καλὸν γένος,κακῆς γυναικὸς μισθὸν ἀποτεῖσαι τέκνα.τἄχθιστα τοῖσι φιλτάτοις ὠνούμεθα.ἄγʼ, εἰ στρατεύσῃ καταλιπών μʼ ἐν δώμασιν,κἀκεῖ γενήσῃ διὰ μακρᾶς ἀπουσίας,τίνʼ ἐν δόμοις με καρδίαν ἕξειν δοκεῖς;ὅταν θρόνους τῆσδʼ εἰσίδω πάντας κενούς,κενοὺς δὲ παρθενῶνας, ἐπὶ δὲ δακρύοιςμόνη κάθωμαι, τήνδε θρηνῳδοῦσʼ ἀεί·Ἀπώλεσέν σʼ, ὦ τέκνον, ὁ φυτεύσας πατήρ,αὐτὸς κτανών, οὐκ ἄλλος οὐδʼ ἄλλῃ χερί,τοιόνδε νόστον καταλιπὼν πρὸς τοὺς δόμους.ἐπεὶ βραχείας προφάσεως ἔδει μόνον,ἐφʼ ᾗ σʼ ἐγὼ καὶ παῖδες αἱ λελειμμέναιδεξόμεθα δέξιν ἥν σε δέξασθαι χρεών.μὴ δῆτα πρὸς θεῶν μήτʼ ἀναγκάσῃς ἐμὲκακὴν γενέσθαι περὶ σέ, μήτʼ αὐτὸς γένῃ.εἶἑν·θύσεις δὲ παῖδʼ, ἔνθα τίνας εὐχὰς ἐρεῖς;τί σοι κατεύξῃ τἀγαθόν, σφάζων τέκνον;νόστον πονηρόν, οἴκοθέν γʼ αἰσχρῶς ἰών;