μόσχοι τε, πρὸ γάμων ἃς θεᾷ πεσεῖν χρεών.Ἀρτέμιδι, μέλανος αἵματος φυσήματα.τοῖς ὀνόμασιν μὲν εὖ λέγεις, τὰ δʼ ἔργα σουοὐκ οἶδʼ ὅπως χρή μʼ ὀνομάσασαν εὖ λέγειν.χώρει δέ, θύγατερ, ἐκτός — οἶσθα γὰρ πατρὸςπάντως ἃ μέλλει — χὑπὸ τοῖς πέπλοις ἄγελαβοῦσʼ Ὀρέστην, σὸν κασίγνητον, τέκνον.ἰδοὺ πάρεστιν ἥδε πειθαρχοῦσά σοι.τὰ δʼ ἄλλʼ ἐγὼ πρὸ τῆσδε κἀμαυτῆς φράσω.τέκνον, τί κλαίεις, οὐδʼ ἔθʼ ἡδέως ὁρᾷς,ἐς γῆν δʼ ἐρείσασʼ ὄμμα πρόσθʼ ἔχεις πέπλους;φεῦ·τίνʼ ἂν λάβοιμι τῶν ἐμῶν ἀρχὴν κακῶν;ἅπασι γὰρ πρώτοισι χρήσασθαι πάρακἀν ὑστάτοισι κἀν μέσοισι πανταχοῦ.τί δʼ ἔστιν; ὥς μοι πάντες εἰς ἓν ἥκετε,σύγχυσιν ἔχοντες καὶ ταραγμὸν ὀμμάτων.εἴφʼ ἃν ἐρωτήσω σε γενναίως, πόσι.οὐδὲν κελευσμοῦ δεῖ σʼ· ἐρωτᾶσθαι θέλω.τὴν παῖδα τὴν σὴν τήν τʼ ἐμὴν μέλλεις κτενεῖν;ἔα·τλήμονά γʼ ἔλεξας, ὑπονοεῖς θʼ ἃ μή σε χρή.ἔχʼ ἥσυχος.κἀκεῖνό μοι τὸ πρῶτον ἀπόκριναι πάλιν.σὺ δʼ, ἤν γʼ ἐρωτᾷς εἰκότʼ, εἰκότʼ ἂν κλύοις.οὐκ ἄλλʼ ἐρωτῶ, καὶ σὺ μὴ λέγʼ ἄλλα μοι.ὦ πότνια μοῖρα καὶ τύχη δαίμων τʼ ἐμός.κἀμός γε καὶ τῆσδʼ, εἷς τριῶν δυσδαιμόνων.τίνʼ ἠδίκησαι;τοῦτʼ ἐμοῦ πεύθῃ πάρα;ὁ νοῦς ὅδʼ αὐτὸς νοῦν ἔχων οὐ τυγχάνει.ἀπωλόμεσθα. προδέδοται τὰ κρυπτά μου.πάντʼ οἶδα, καὶ πεπύσμεθʼ ἃ σὺ μέλλεις με δρᾶν·αὐτὸ δὲ τὸ σιγᾶν ὁμολογοῦντός ἐστί σουκαὶ τὸ στενάζειν· πολλὰ μὴ κάμῃς λέγων.ἰδοὺ σιωπῶ· τὸ γὰρ ἀναίσχυντον τί δεῖψευδῆ λέγοντα προσλαβεῖν τῇ συμφορᾷ;ἄκουε δή νυν· ἀνακαλύψω γὰρ λόγους,κοὐκέτι παρῳδοῖς χρησόμεσθʼ αἰνίγμασιν.πρῶτον μέν, ἵνα σοι πρῶτα τοῦτʼ ὀνειδίσω,