ματρὸς δωρήματʼ ἔχωνΘέτιδος, ἅ νιν ἔτικτεν.μακάριον τότε δαίμονεςτᾶς εὐπάτριδος γάμονΝηρῄδων ἔθεσαν πρώταςΠηλέως θʼ ὑμεναίους.—σὲ δʼ ἐπὶ κάρα στέψουσι καλλικόμανπλόκαμον Ἀργεῖοι, βαλιὰνὥστε πετραίων ἀπʼ ἄντρωνἐλθοῦσαν ὀρέωνμόσχον ἀκήρατον, βρότειοναἱμάσσοντες λαιμόν·οὐ σύριγγι τραφεῖσαν οὐδʼἐν ῥοιβδήσεσι βουκόλων,παρὰ δὲ ματέρι νυμφοκόμονἸναχίδαις γάμον.ποῦ τὸ τᾶς Αἰδοῦςἢ τὸ τᾶς Ἀρετᾶς ἔχεισθένειν τι πρόσωπον,ὁπότε τὸ μὲν ἄσεπτον ἔχειδύνασιν, ἁ δʼ Ἀρετὰ κατόπι-σθεν θνατοῖς ἀμελεῖται,Ἀνομία δὲ νόμων κρατεῖ,καὶ μὴ κοινὸς ἀγὼν βροτοῖςμή τις θεῶν φθόνος ἔλθῃ;ἐξῆλθον οἴκων προσκοπουμένη πόσιν,χρόνιον ἀπόντα κἀκλελοιπότα στέγας.ἐν δακρύοισι δʼ ἡ τάλαινα παῖς ἐμή,πολλὰς ἱεῖσα μεταβολὰς ὀδυρμάτων,θάνατον ἀκούσασʼ, ὃν πατὴρ βουλεύεται.μνήμην δʼ ἄρʼ εἶχον πλησίον βεβηκότοςἈγαμέμνονος τοῦδʼ, ὃς ἐπὶ τοῖς αὑτοῦ τέκνοιςἀνόσια πράσσων αὐτίχʼ εὑρεθήσεται.Λήδας γένεθλον, ἐν καλῷ σʼ ἔξω δόμωνηὕρηχʼ, ἵνʼ εἴπω παρθένου χωρὶς λόγουςοὓς οὐκ ἀκούειν τὰς γαμουμένας πρέπει.τί δʼ ἔστιν, οὗ σοι καιρὸς ἀντιλάζυται;ἔκπεμπε παῖδα δωμάτων πατρὸς μέτα·ὡς χέρνιβες πάρεισιν εὐτρεπισμέναι,προχύται τε βάλλειν πῦρ καθάρσιον χεροῖν,