ἴτω δίκα φανερός, ἴτω ξιφηφόροςφονεύουσα λαιμῶν διαμπὰξτὸν ἄθεον ἄνομον ἄδικον Ἐχίονοςγόνον γηγενῆ.ὃς ἀδίκῳ γνώμᾳ παρανόμῳ τʼ ὀργᾷπερὶ σὰ Βάκχιʼ, ὄργια ματρός τε σᾶςμανείσᾳ πραπίδιπαρακόπῳ τε λήματι στέλλεται,τἀνίκατον ὡς κρατήσων βίᾳ,γνωμᾶν σωφρόνα θάνατος ἀπροφάσι-στος ἐς τὰ θεῶν ἔφυ·βροτείως τʼ ἔχειν ἄλυπος βίος.τὸ σοφὸν οὐ φθονῶ·χαίρω θηρεύουσα· τὰ δʼ ἕτερα μεγάλαφανερά τʼ· ὤ, νάειν ἐπὶ τὰ καλὰ βίον,ἦμαρ ἐς νύκτα τʼ εὐ-αγοῦντʼ εὐσεβεῖν, τὰ δʼ ἔξω νόμιμαδίκας ἐκβαλόντα τιμᾶν θεούς.ἴτω δίκα φανερός, ἴτω ξιφηφόροςφονεύουσα λαιμῶν διαμπὰξτὸν ἄθεον ἄνομον ἄδικον Ἐχίονοςτόκον γηγενῆ.φάνηθι ταῦρος ἢ πολύκρανος ἰδεῖνδράκων ἢ πυριφλέγων ὁρᾶσθαι λέων.ἴθʼ, ὦ Βάκχε, θηραγρευτᾷ βακχᾶνγελῶντι προσώπῳ περίβαλε βρόχονθανάσιμον ὑπʼ ἀγέλαν πεσόν-τι τὰν μαινάδων.ὦ δῶμʼ ὃ πρίν ποτʼ εὐτύχεις ἀνʼ Ἑλλάδα,Σιδωνίου γέροντος, ὃς τὸ γηγενὲςδράκοντος ἔσπειρʼ Ὄφεος ἐν γαίᾳ θέρος,ὥς σε στενάζω, δοῦλος ὢν μέν, ἀλλʼ ὅμωςχρηστοῖσι δούλοις συμφορὰ τὰ δεσποτῶν.τί δʼ ἔστιν; ἐκ βακχῶν τι μηνύεις νέον;Πενθεὺς ὄλωλεν, παῖς Ἐχίονος πατρός.ὦναξ Βρόμιε, θεὸς φαίνῃ μέγας.πῶς φῄς; τί τοῦτʼ ἔλεξας; ἦ ʼπὶ τοῖς ἐμοῖςχαίρεις κακῶς πράσσουσι δεσπόταις, γύναι;εὐάζω ξένα μέλεσι βαρβάροις·οὐκέτι γὰρ δεσμῶν ὑπὸ φόβῳ πτήσσω.