ἐλθόντα δόλιον μαινάδων κατάσκοπον.καὶ μὴν δοκῶ σφᾶς ἐν λόχμαις ὄρνιθας ὣςλέκτρων ἔχεσθαι φιλτάτοις ἐν ἕρκεσιν.οὐκοῦν ἐπʼ αὐτὸ τοῦτʼ ἀποστέλλῃ φύλαξ·λήψῃ δʼ ἴσως σφᾶς, ἢν σὺ μὴ ληφθῇς πάρος.κόμιζε διὰ μέσης με Θηβαίας χθονός·μόνος γὰρ αὐτῶν εἰμʼ ἀνὴρ τολμῶν τόδε.μόνος σὺ πόλεως τῆσδʼ ὑπερκάμνεις, μόνος·τοιγάρ σʼ ἀγῶνες ἀναμένουσιν οὓς ἐχρῆν.ἕπου δέ· πομπὸς δʼ εἶμʼ ἐγὼ σωτήριος,κεῖθεν δʼ ἀπάξει σʼ ἄλλος.ἡ τεκοῦσά γε.ἐπίσημον ὄντα πᾶσιν.ἐπὶ τόδʼ ἔρχομαι.φερόμενος ἥξειςἁβρότητʼ ἐμὴν λέγεις.ἐν χερσὶ μητρός.καὶ τρυφᾶν μʼ ἀναγκάσεις.τρυφάς γε τοιάσδε.ἀξίων μὲν ἅπτομαι.δεινὸς σὺ δεινὸς κἀπὶ δείνʼ ἔρχῃ πάθη,ὥστʼ οὐρανῷ στηρίζον εὑρήσεις κλέος.ἔκτεινʼ, Ἀγαύη, χεῖρας αἵ θʼ ὁμόσποροιΚάδμου θυγατέρες· τὸν νεανίαν ἄγωτόνδʼ εἰς ἀγῶνα μέγαν, ὁ νικήσων δʼ ἐγὼκαὶ Βρόμιος ἔσται. τἄλλα δʼ αὐτὸ σημανεῖ.ἴτε θοαὶ Λύσσας κύνες ἴτʼ εἰς ὄρος,θίασον ἔνθʼ ἔχουσι Κάδμου κόραι,ἀνοιστρήσατέ νινἐπὶ τὸν ἐν γυναικομίμῳ στολᾷλυσσώδη κατάσκοπον μαινάδων.μάτηρ πρῶτά νιν λευρᾶς ἀπὸ πέτραςἢ σκόλοπος ὄψεταιδοκεύοντα, μαινάσιν δʼ ἀπύσει·Τίς ὅδʼ ὀρειδρόμωνμαστὴρ Καδμείων ἐς ὄρος ἐς ὄρος ἔμολʼἔμολεν, ὦ βάκχαι; τίς ἄρα νιν ἔτεκεν;οὐ γὰρ ἐξ αἵματοςγυναικῶν ἔφυ, λεαίνας δέ τινοςὅδʼ ἢ Γοργόνων Λιβυσσᾶν γένος.