Θήβας δʼ ἀνάνδρους ὧδʼ ἄγειςὁ Διόνυσος ὁ Διόνυσος, οὐ Θῆβαικράτος ἔχουσʼ ἐμόν.συγγνωστὰ μέν σοι, πλὴν ἐπʼ ἐξειργασμένοιςκακοῖσι χαίρειν, ὦ γυναῖκες, οὐ καλόν.ἔννεπέ μοι, φράσον, τίνι μόρῳ θνῄσκειἄδικος ἄδικά τʼ ἐκπορίζων ἀνήρ;ἐπεὶ θεράπνας τῆσδε Θηβαίας χθονὸςλιπόντες ἐξέβημεν Ἀσωποῦ ῥοάς,λέπας Κιθαιρώνειον εἰσεβάλλομενΠενθεύς τε κἀγώ—δεσπότῃ γὰρ εἱπόμην—ξένος θʼ ὃς ἡμῖν πομπὸς ἦν θεωρίας.πρῶτον μὲν οὖν ποιηρὸν ἵζομεν νάπος,τά τʼ ἐκ ποδῶν σιγηλὰ καὶ γλώσσης ἄποσῴζοντες, ὡς ὁρῷμεν οὐχ ὁρώμενοι.ἦν δʼ ἄγκος ἀμφίκρημνον, ὕδασι διάβροχον,πεύκαισι συσκιάζον, ἔνθα μαινάδεςκαθῆντʼ ἔχουσαι χεῖρας ἐν τερπνοῖς πόνοις.αἳ μὲν γὰρ αὐτῶν θύρσον ἐκλελοιπότακισσῷ κομήτην αὖθις ἐξανέστεφον,αἳ δʼ, ἐκλιποῦσαι ποικίλʼ ὡς πῶλοι ζυγά,βακχεῖον ἀντέκλαζον ἀλλήλαις μέλος.Πενθεὺς δʼ ὁ τλήμων θῆλυν οὐχ ὁρῶν ὄχλονἔλεξε τοιάδʼ· Ὦ ξένʼ, οὗ μὲν ἕσταμεν,οὐκ ἐξικνοῦμαι μαινάδων ὄσσοις νόθων·ὄχθων δʼ ἔπʼ, ἀμβὰς ἐς ἐλάτην ὑψαύχενα,ἴδοιμʼ ἂν ὀρθῶς μαινάδων αἰσχρουργίαν.τοὐντεῦθεν ἤδη τοῦ ξένου τὸ θαῦμʼ ὁρῶ·λαβὼν γὰρ ἐλάτης οὐράνιον ἄκρον κλάδονκατῆγεν, ἦγεν, ἦγεν ἐς μέλαν πέδον·κυκλοῦτο δʼ ὥστε τόξον ἢ κυρτὸς τροχὸςτόρνῳ γραφόμενος περιφορὰν ἕλκει δρόμον·ὣς κλῶνʼ ὄρειον ὁ ξένος χεροῖν ἄγωνἔκαμπτεν ἐς γῆν, ἔργματʼ οὐχὶ θνητὰ δρῶν.Πενθέα δʼ ἱδρύσας ἐλατίνων ὄζων ἔπι,ὀρθὸν μεθίει διὰ χερῶν βλάστημʼ ἄνωἀτρέμα, φυλάσσων μὴ ἀναχαιτίσειέ νιν,ὀρθὴ δʼ ἐς ὀρθὸν αἰθέρʼ ἐστηρίζετο,ἔχουσα νώτοις δεσπότην ἐφήμενον·ὤφθη δὲ μᾶλλον ἢ κατεῖδε μαινάδας.