ἥκω Διὸς παῖς τήνδε Θηβαίων χθόναΔιόνυσος, ὃν τίκτει ποθʼ ἡ Κάδμου κόρηΣεμέλη λοχευθεῖσʼ ἀστραπηφόρῳ πυρί·μορφὴν δʼ ἀμείψας ἐκ θεοῦ βροτησίανπάρειμι Δίρκης νάματʼ Ἰσμηνοῦ θʼ ὕδωρ.ὁρῶ δὲ μητρὸς μνῆμα τῆς κεραυνίαςτόδʼ ἐγγὺς οἴκων καὶ δόμων ἐρείπιατυφόμενα Δίου πυρὸς ἔτι ζῶσαν φλόγα,ἀθάνατον Ἥρας μητέρʼ εἰς ἐμὴν ὕβριν.αἰνῶ δὲ Κάδμον, ἄβατον ὃς πέδον τόδετίθησι, θυγατρὸς σηκόν· ἀμπέλου δέ νινπέριξ ἐγὼ ʼκάλυψα βοτρυώδει χλόῃ.λιπὼν δὲ Λυδῶν τοὺς πολυχρύσους γύαςΦρυγῶν τε, Περσῶν θʼ ἡλιοβλήτους πλάκαςΒάκτριά τε τείχη τήν τε δύσχιμον χθόναΜήδων ἐπελθὼν Ἀραβίαν τʼ εὐδαίμοναἈσίαν τε πᾶσαν, ἣ παρʼ ἁλμυρὰν ἅλακεῖται μιγάσιν Ἕλλησι βαρβάροις θʼ ὁμοῦπλήρεις ἔχουσα καλλιπυργώτους πόλεις,ἐς τήνδε πρῶτον ἦλθον Ἑλλήνων πόλιν,τἀκεῖ χορεύσας καὶ καταστήσας ἐμὰςτελετάς, ἵνʼ εἴην ἐμφανὴς δαίμων βροτοῖς.πρώτας δὲ Θήβας τῆσδε γῆς Ἑλληνίδοςἀνωλόλυξα, νεβρίδʼ ἐξάψας χροὸςθύρσον τε δοὺς ἐς χεῖρα, κίσσινον βέλος·ἐπεί μʼ ἀδελφαὶ μητρός, ἃς ἥκιστα χρῆν,Διόνυσον οὐκ ἔφασκον ἐκφῦναι Διός,Σεμέλην δὲ νυμφευθεῖσαν ἐκ θνητοῦ τινοςἐς Ζῆνʼ ἀναφέρειν τὴν ἁμαρτίαν λέχους,Κάδμου σοφίσμαθʼ, ὧν νιν οὕνεκα κτανεῖνΖῆνʼ ἐξεκαυχῶνθʼ, ὅτι γάμους ἐψεύσατο.τοιγάρ νιν αὐτὰς ἐκ δόμων ᾤστρησʼ ἐγὼμανίαις, ὄρος δʼ οἰκοῦσι παράκοποι φρενῶν·σκευήν τʼ ἔχειν ἠνάγκασʼ ὀργίων ἐμῶν,καὶ πᾶν τὸ θῆλυ σπέρμα Καδμείων, ὅσαιγυναῖκες ἦσαν, ἐξέμηνα δωμάτων·ὁμοῦ δὲ Κάδμου παισὶν ἀναμεμειγμέναιχλωραῖς ὑπʼ ἐλάταις ἀνορόφοις ἧνται πέτραις.δεῖ γὰρ πόλιν τήνδʼ ἐκμαθεῖν, κεἰ μὴ θέλει,ἀτέλεστον οὖσαν τῶν ἐμῶν βακχευμάτων,