μητρός τε τῆς σῆς καὶ λόχου κατάσκοπος·πρέπεις δὲ Κάδμου θυγατέρων μορφὴν μιᾷ.καὶ μὴν ὁρᾶν μοι δύο μὲν ἡλίους δοκῶ,δισσὰς δὲ Θήβας καὶ πόλισμʼ ἑπτάστομον·καὶ ταῦρος ἡμῖν πρόσθεν ἡγεῖσθαι δοκεῖςκαὶ σῷ κέρατα κρατὶ προσπεφυκέναι.ἀλλʼ ἦ ποτʼ ἦσθα θήρ; τεταύρωσαι γὰρ οὖν.ὁ θεὸς ὁμαρτεῖ, πρόσθεν ὢν οὐκ εὐμενής,ἔνσπονδος ἡμῖν· νῦν δʼ ὁρᾷς ἃ χρή σʼ ὁρᾶν.τί φαίνομαι δῆτʼ; οὐχὶ τὴν Ἰνοῦς στάσινἢ τὴν Ἀγαύης ἑστάναι, μητρός γʼ ἐμῆς;αὐτὰς ἐκείνας εἰσορᾶν δοκῶ σʼ ὁρῶν.ἀλλʼ ἐξ ἕδρας σοι πλόκαμος ἐξέστηχʼ ὅδε,οὐχ ὡς ἐγώ νιν ὑπὸ μίτρᾳ καθήρμοσα.ἔνδον προσείων αὐτὸν ἀνασείων τʼ ἐγὼκαὶ βακχιάζων ἐξ ἕδρας μεθώρμισα.ἀλλʼ αὐτὸν ἡμεῖς, οἷς σε θεραπεύειν μέλει,πάλιν καταστελοῦμεν· ἀλλʼ ὄρθου κάρα.ἰδού, σὺ κόσμει· σοὶ γὰρ ἀνακείμεσθα δή.ζῶναί τέ σοι χαλῶσι κοὐχ ἑξῆς πέπλωνστολίδες ὑπὸ σφυροῖσι τείνουσιν σέθεν.κἀμοὶ δοκοῦσι παρά γε δεξιὸν πόδα·τἀνθένδε δʼ ὀρθῶς παρὰ τένοντʼ ἔχει πέπλος.ἦ πού με τῶν σῶν πρῶτον ἡγήσῃ φίλων,ὅταν παρὰ λόγον σώφρονας βάκχας ἴδῃς.πότερα δὲ θύρσον δεξιᾷ λαβὼν χερὶἢ τῇδε, βάκχῃ μᾶλλον εἰκασθήσομαι;ἐν δεξιᾷ χρὴ χἅμα δεξιῷ ποδὶαἴρειν νιν· αἰνῶ δʼ ὅτι μεθέστηκας φρενῶν.ἆρʼ ἂν δυναίμην τὰς Κιθαιρῶνος πτυχὰςαὐταῖσι βάκχαις τοῖς ἐμοῖς ὤμοις φέρειν;δύναιʼ ἄν, εἰ βούλοιο· τὰς δὲ πρὶν φρέναςοὐκ εἶχες ὑγιεῖς, νῦν δʼ ἔχεις οἵας σε δεῖ.μοχλοὺς φέρωμεν; ἢ χεροῖν ἀνασπάσωκορυφαῖς ὑποβαλὼν ὦμον ἢ βραχίονα;μὴ σύ γε τὰ Νυμφῶν διολέσῃς ἱδρύματακαὶ Πανὸς ἕδρας ἔνθʼ ἔχει συρίγματα.καλῶς ἔλεξας· οὐ σθένει νικητέονγυναῖκας· ἐλάταισιν δʼ ἐμὸν κρύψω δέμας.κρύψῃ σὺ κρύψιν ἥν σε κρυφθῆναι χρεών,