παρὰ θεῶν γέρας ἐν βροτοῖςἢ χεῖρʼ ὑπὲρ κορυφᾶςτῶν ἐχθρῶν κρείσσω κατέχειν;ὅ τι καλὸν φίλον ἀεί.ὁρμᾶται μόλις, ἀλλʼ ὅμωςπιστόν τι τὸ θεῖονσθένος· ἀπευθύνει δὲ βροτῶντούς τʼ ἀγνωμοσύναν τιμῶν-τας καὶ μὴ τὰ θεῶν αὔξον-τας σὺν μαινομένᾳ δόξᾳ.κρυπτεύουσι δὲ ποικίλωςδαρὸν χρόνου πόδα καὶθηρῶσιν τὸν ἄσεπτον. οὐγὰρ κρεῖσσόν ποτε τῶν νόμωνγιγνώσκειν χρὴ καὶ μελετᾶν.κούφα γὰρ δαπάνα νομί-ζειν ἰσχὺν τόδʼ ἔχειν,ὅ τι ποτʼ ἄρα τὸ δαιμόνιον,τό τʼ ἐν χρόνῳ μακρῷ νόμιμονἀεὶ φύσει τε πεφυκός.τί τὸ σοφόν; ἢ τί τὸ κάλλιονπαρὰ θεῶν γέρας ἐν βροτοῖςἢ χεῖρʼ ὑπὲρ κορυφᾶςτῶν ἐχθρῶν κρείσσω κατέχειν;ὅ τι καλὸν φίλον ἀεί.εὐδαίμων μὲν ὃς ἐκ θαλάσσαςἔφυγε χεῖμα, λιμένα δʼ ἔκιχεν·εὐδαίμων δʼ ὃς ὕπερθε μόχθωνἐγένεθʼ· ἑτέρᾳ δʼ ἕτερος ἕτερονὄλβῳ καὶ δυνάμει παρῆλθεν.μυρίαι δʼ ἔτι μυρίοιςεἰσὶν ἐλπίδες· αἳ μὲντελευτῶσιν ἐν ὄλβῳβροτοῖς, αἳ δʼ ἀπέβησαν·τὸ δὲ κατʼ ἦμαρ ὅτῳ βίοτοςεὐδαίμων, μακαρίζω.σὲ τὸν πρόθυμον ὄνθʼ ἃ μὴ χρεὼν ὁρᾶνσπεύδοντά τʼ ἀσπούδαστα, Πενθέα λέγω,ἔξιθι πάροιθε δωμάτων, ὄφθητί μοι,σκευὴν γυναικὸς μαινάδος βάκχης ἔχων,