σοφώτερον γοῦν ἢ κακοῖς θηρᾶν κακά.καὶ πῶς διʼ ἄστεως εἶμι Καδμείους λαθών;ὁδοὺς ἐρήμους ἴμεν· ἐγὼ δʼ ἡγήσομαι.πᾶν κρεῖσσον ὥστε μὴ ʼγγελᾶν βάκχας ἐμοί.ἐλθόντʼ ἐς οἴκους ἃν δοκῇ βουλεύσομαι.ἔξεστι· πάντῃ τό γʼ ἐμὸν εὐτρεπὲς πάρα.στείχοιμʼ ἄν· ἢ γὰρ ὅπλʼ ἔχων πορεύσομαιἢ τοῖσι σοῖσι πείσομαι βουλεύμασιν.γυναῖκες, ἁνὴρ ἐς βόλον καθίσταται,ἥξει δὲ βάκχας, οὗ θανὼν δώσει δίκην.Διόνυσε, νῦν σὸν ἔργον· οὐ γὰρ εἶ πρόσω·τεισώμεθʼ αὐτόν. πρῶτα δʼ ἔκστησον φρενῶν,ἐνεὶς ἐλαφρὰν λύσσαν· ὡς φρονῶν μὲν εὖοὐ μὴ θελήσῃ θῆλυν ἐνδῦναι στολήν,ἔξω δʼ ἐλαύνων τοῦ φρονεῖν ἐνδύσεται.χρῄζω δέ νιν γέλωτα Θηβαίοις ὀφλεῖνγυναικόμορφον ἀγόμενον διʼ ἄστεωςἐκ τῶν ἀπειλῶν τῶν πρίν, αἷσι δεινὸς ἦν.ἀλλʼ εἶμι κόσμον ὅνπερ εἰς Ἅιδου λαβὼνἄπεισι μητρὸς ἐκ χεροῖν κατασφαγείς,Πενθεῖ προσάψων· γνώσεται δὲ τὸν ΔιὸςΔιόνυσον, ὃς πέφυκεν ἐν τέλει θεός,δεινότατος, ἀνθρώποισι δʼ ἠπιώτατος.ἆρʼ ἐν παννυχίοις χοροῖςθήσω ποτὲ λευκὸνπόδʼ ἀναβακχεύουσα, δέρανεἰς αἰθέρα δροσερὸν ῥίπτουσʼ,ὡς νεβρὸς χλοεραῖς ἐμπαί-ζουσα λείμακος ἡδοναῖς,ἡνίκʼ ἂν φοβερὰν φύγῃθήραν ἔξω φυλακᾶςεὐπλέκτων ὑπὲρ ἀρκύων,θωΰσσων δὲ κυναγέταςσυντείνῃ δράμημα κυνῶν·μόχθοις τʼ ὠκυδρόμοις τʼ ἀέλ-λαις θρῴσκει πεδίονπαραποτάμιον, ἡδομέναβροτῶν ἐρημίαις σκιαρο-κόμοιό τʼ ἔρνεσιν ὕλας.τί τὸ σοφόν; ἢ τί τὸ κάλλιον