θύρσοισι βακχῶν ἐκτρέπειν χαλκηλάτουςἀπόρῳ γε τῷδε συμπεπλέγμεθα ξένῳ,ὃς οὔτε πάσχων οὔτε δρῶν σιγήσεται.ὦ τᾶν, ἔτʼ ἔστιν εὖ καταστῆσαι τάδε.τί δρῶντα; δουλεύοντα δουλείαις ἐμαῖς;ἐγὼ γυναῖκας δεῦρʼ ὅπλων ἄξω δίχα.οἴμοι· τόδʼ ἤδη δόλιον ἔς με μηχανᾷ.ποῖόν τι, σῷσαί σʼ εἰ θέλω τέχναις ἐμαῖς;ξυνέθεσθε κοινῇ τάδʼ, ἵνα βακχεύητʼ ἀεί.καὶ μὴν ξυνεθέμην—τοῦτό γʼ ἔστι—τῷ θεῷ.ἐκφέρετέ μοι δεῦρʼ ὅπλα, σὺ δὲ παῦσαι λέγων.ἆ.βούλῃ σφʼ ἐν ὄρεσι συγκαθημένας ἰδεῖν;μάλιστα, μυρίον γε δοὺς χρυσοῦ σταθμόν.τί δʼ εἰς ἔρωτα τοῦδε πέπτωκας μέγαν;λυπρῶς νιν εἰσίδοιμʼ ἂν ἐξῳνωμένας.ὅμως δʼ ἴδοις ἂν ἡδέως ἅ σοι πικρά;σάφʼ ἴσθι, σιγῇ γʼ ὑπʼ ἐλάταις καθήμενος.ἀλλʼ ἐξιχνεύσουσίν σε, κἂν ἔλθῃς λάθρᾳ.ἀλλʼ ἐμφανῶς· καλῶς γὰρ ἐξεῖπας τάδε.ἄγωμεν οὖν σε κἀπιχειρήσεις ὁδῷ;ἄγʼ ὡς τάχιστα, τοῦ χρόνου δέ σοι φθονῶ.στεῖλαί νυν ἀμφὶ χρωτὶ βυσσίνους πέπλους.τί δὴ τόδʼ; ἐς γυναῖκας ἐξ ἀνδρὸς τελῶ;μή σε κτάνωσιν, ἢν ἀνὴρ ὀφθῇς ἐκεῖ.εὖ γʼ εἶπας αὖ τόδʼ· ὥς τις εἶ πάλαι σοφός.Διόνυσος ἡμᾶς ἐξεμούσωσεν τάδε.πῶς οὖν γένοιτʼ ἂν ἃ σύ με νουθετεῖς καλῶς;ἐγὼ στελῶ σε δωμάτων ἔσω μολών.τίνα στολήν; ἦ θῆλυν; ἀλλʼ αἰδώς μʼ ἔχει.οὐκέτι θεατὴς μαινάδων πρόθυμος εἶ.στολὴν δὲ τίνα φῂς ἀμφὶ χρῶτʼ ἐμὸν βαλεῖν;κόμην μὲν ἐπὶ σῷ κρατὶ ταναὸν ἐκτενῶ.τὸ δεύτερον δὲ σχῆμα τοῦ κόσμου τί μοι;πέπλοι ποδήρεις· ἐπὶ κάρᾳ δʼ ἔσται μίτρα.ἦ καί τι πρὸς τοῖσδʼ ἄλλο προσθήσεις ἐμοί;θύρσον γε χειρὶ καὶ νεβροῦ στικτὸν δέρας.οὐκ ἂν δυναίμην θῆλυν ἐνδῦναι στολήν.ἀλλʼ αἷμα θήσεις συμβαλὼν βάκχαις μάχην.ὀρθῶς· μολεῖν χρὴ πρῶτον εἰς κατασκοπήν.