ἐς ὅπλʼ ἐχώρουν φερόμενοι βακχῶν ὕπο·οὗπερ τὸ δεινὸν ἦν θέαμʼ ἰδεῖν, ἄναξ.τοῖς μὲν γὰρ οὐχ ᾕμασσε λογχωτὸν βέλος,κεῖναι δὲ θύρσους ἐξανιεῖσαι χερῶνἐτραυμάτιζον κἀπενώτιζον φυγῇγυναῖκες ἄνδρας, οὐκ ἄνευ θεῶν τινος.πάλιν δʼ ἐχώρουν ὅθεν ἐκίνησαν πόδα,κρήνας ἐπʼ αὐτὰς ἃς ἀνῆκʼ αὐταῖς θεός.νίψαντο δʼ αἷμα, σταγόνα δʼ ἐκ παρηίδωνγλώσσῃ δράκοντες ἐξεφαίδρυνον χροός.τὸν δαίμονʼ οὖν τόνδʼ ὅστις ἔστʼ, ὦ δέσποτα,δέχου πόλει τῇδʼ· ὡς τά τʼ ἄλλʼ ἐστὶν μέγας,κἀκεῖνό φασιν αὐτόν, ὡς ἐγὼ κλύω,τὴν παυσίλυπον ἄμπελον δοῦναι βροτοῖς.οἴνου δὲ μηκέτʼ ὄντος οὐκ ἔστιν Κύπριςοὐδʼ ἄλλο τερπνὸν οὐδὲν ἀνθρώποις ἔτι.ταρβῶ μὲν εἰπεῖν τοὺς λόγους ἐλευθέρουςπρὸς τὸν τύραννον, ἀλλʼ ὅμως εἰρήσεται·Διόνυσος ἥσσων οὐδενὸς θεῶν ἔφυ.ἤδη τόδʼ ἐγγὺς ὥστε πῦρ ὑφάπτεταιὕβρισμα βακχῶν, ψόγος ἐς Ἕλληνας μέγας.ἀλλʼ οὐκ ὀκνεῖν δεῖ· στεῖχʼ ἐπʼ Ἠλέκτρας ἰὼνπύλας· κέλευε πάντας ἀσπιδηφόρουςἵππων τʼ ἀπαντᾶν ταχυπόδων ἐπεμβάταςπέλτας θʼ ὅσοι πάλλουσι καὶ τόξων χερὶψάλλουσι νευράς, ὡς ἐπιστρατεύσομενβάκχαισιν· οὐ γὰρ ἀλλʼ ὑπερβάλλει τάδε,εἰ πρὸς γυναικῶν πεισόμεσθʼ ἃ πάσχομεν.πείθῃ μὲν οὐδέν, τῶν ἐμῶν λόγων κλύων,Πενθεῦ· κακῶς δὲ πρὸς σέθεν πάσχων ὅμωςοὔ φημι χρῆναί σʼ ὅπλʼ ἐπαίρεσθαι θεῷ,ἀλλʼ ἡσυχάζειν· Βρόμιος οὐκ ἀνέξεταικινοῦντα βάκχας σʼ εὐίων ὀρῶν ἄπο.οὐ μὴ φρενώσεις μʼ, ἀλλὰ δέσμιος φυγὼνσῴσῃ τόδʼ; ἢ σοὶ πάλιν ἀναστρέψω δίκην;θύοιμʼ ἂν αὐτῷ μᾶλλον ἢ θυμούμενοςπρὸς κέντρα λακτίζοιμι θνητὸς ὢν θεῷ.θύσω, φόνον γε θῆλυν, ὥσπερ ἄξιαι,πολὺν ταράξας ἐν Κιθαιρῶνος πτυχαῖς.φεύξεσθε πάντες· καὶ τόδʼ αἰσχρόν, ἀσπίδας