τά τε ματρὸς μεγάλας ὄρ-για Κυβέλας θεμιτεύων,ἀνὰ θύρσον τε τινάσσων,κισσῷ τε στεφανωθεὶςΔιόνυσον θεραπεύει.ἴτε βάκχαι, ἴτε βάκχαι,Βρόμιον παῖδα θεὸν θεοῦΔιόνυσον κατάγουσαιΦρυγίων ἐξ ὀρέων Ἑλ-λάδος εἰς εὐρυχόρους ἀ-γυιάς, τὸν Βρόμιον·ὅνποτʼ ἔχουσʼ ἐν ὠδίνωνλοχίαις ἀνάγκαισιπταμένας Διὸς βροντᾶς νη-δύος ἔκβολον μάτηρἔτεκεν, λιποῦσʼ αἰῶ-να κεραυνίῳ πληγᾷ·λοχίοις δʼ αὐτίκα νιν δέ-ξατο θαλάμαις Κρονίδας Ζεύς,κατὰ μηρῷ δὲ καλύψαςχρυσέαισιν συνερείδειπερόναις κρυπτὸν ἀφʼ Ἥρας.ἔτεκεν δʼ, ἁνίκα Μοῖραιτέλεσαν, ταυρόκερων θεὸνστεφάνωσέν τε δρακόντωνστεφάνοις, ἔνθεν ἄγραν θη-ροτρόφον μαινάδες ἀμφι-βάλλονται πλοκάμοις.ὦ Σεμέλας τροφοὶ Θῆ-βαι, στεφανοῦσθε κισσῷ·βρύετε βρύετε χλοήρειμίλακι καλλικάρπῳκαὶ καταβακχιοῦσθε δρυὸςἢ ἐλάτας κλάδοισι,στικτῶν τʼ ἐνδυτὰ νεβρίδωνστέφετε λευκοτρίχων πλοκάμωνμαλλοῖς· ἀμφὶ δὲ νάρθηκας ὑβριστὰςὁσιοῦσθʼ· αὐτίκα γᾶ πᾶσα χορεύσει—Βρόμιος ὅστις ἄγῃ θιάσουσ—