Σεμέλης τε μητρὸς ἀπολογήσασθαί μʼ ὕπερφανέντα θνητοῖς δαίμονʼ ὃν τίκτει Διί.Κάδμος μὲν οὖν γέρας τε καὶ τυραννίδαΠενθεῖ δίδωσι θυγατρὸς ἐκπεφυκότι,ὃς θεομαχεῖ τὰ κατʼ ἐμὲ καὶ σπονδῶν ἄποὠθεῖ μʼ, ἐν εὐχαῖς τʼ οὐδαμοῦ μνείαν ἔχει.ὧν οὕνεκʼ αὐτῷ θεὸς γεγὼς ἐνδείξομαιπᾶσίν τε Θηβαίοισιν. ἐς δʼ ἄλλην χθόνα,τἀνθένδε θέμενος εὖ, μεταστήσω πόδα,δεικνὺς ἐμαυτόν· ἢν δὲ Θηβαίων πόλιςὀργῇ σὺν ὅπλοις ἐξ ὄρους βάκχας ἄγεινζητῇ, ξυνάψω μαινάσι στρατηλατῶν.ὧν οὕνεκʼ εἶδος θνητὸν ἀλλάξας ἔχωμορφήν τʼ ἐμὴν μετέβαλον εἰς ἀνδρὸς φύσιν.ἀλλʼ, ὦ λιποῦσαι Τμῶλον ἔρυμα Λυδίας,θίασος ἐμός, γυναῖκες, ἃς ἐκ βαρβάρωνἐκόμισα παρέδρους καὶ ξυνεμπόρους ἐμοί,αἴρεσθε τἀπιχώριʼ ἐν πόλει Φρυγῶντύμπανα, Ῥέας τε μητρὸς ἐμά θʼ εὑρήματα,βασίλειά τʼ ἀμφὶ δώματʼ ἐλθοῦσαι τάδεκτυπεῖτε Πενθέως, ὡς ὁρᾷ Κάδμου πόλις.ἐγὼ δὲ βάκχαις, ἐς Κιθαιρῶνος πτυχὰςἐλθὼν ἵνʼ εἰσί, συμμετασχήσω χορῶν.Ἀσίας ἀπὸ γᾶςἱερὸν Τμῶλον ἀμείψασα θοάζωΒρομίῳ πόνον ἡδὺνκάματόν τʼ εὐκάματον, Βάκ-χιον εὐαζομένα.τίς ὁδῷ τίς ὁδῷ; τίς;μελάθροις ἔκτοπος ἔστω, στόμα τʼ εὔφη-μον ἅπας ἐξοσιούσθω·τὰ νομισθέντα γὰρ αἰεὶΔιόνυσον ὑμνήσω.ὦμάκαρ, ὅστις εὐδαίμωντελετὰς θεῶν εἰδὼςβιοτὰν ἁγιστεύει καὶθιασεύεται ψυχὰνἐν ὄρεσσι βακχεύωνὁσίοις καθαρμοῖσιν,