εἰς ὄρος εἰς ὄρος, ἔνθα μένειθηλυγενὴς ὄχλοςἀφʼ ἱστῶν παρὰ κερκίδων τʼοἰστρηθεὶς Διονύσῳ.ὦ θαλάμευμα Κουρ-ήτων ζάθεοί τε ΚρήταςΔιογενέτορες ἔναυλοι,ἔνθα τρικόρυθες ἄντροιςβυρσότονον κύκλωμα τόδεμοι Κορύβαντες ηὗρον·βακχείᾳ δʼ ἀνὰ συντόνῳκέρασαν ἁδυβόᾳ Φρυγίωναὐλῶν πνεύματι ματρός τε Ῥέας ἐςχέρα θῆκαν, κτύπον εὐάσμασι Βακχᾶν·παρὰ δὲ μαινόμενοι Σάτυροιματέρος ἐξανύσαντο θεᾶς,ἐς δὲ χορεύματασυνῆψαν τριετηρίδων,αἷς χαίρει Διόνυσος.ἡδὺς ἐν ὄρεσιν, ὅταν ἐκ θιάσων δρομαί-ων πέσῃ πεδόσε, νε-βρίδος ἔχων ἱερὸν ἐνδυτόν, ἀγρεύωναἷμα τραγοκτόνον, ὠμοφάγον χάριν, ἱέμε-νος ἐς ὄρεα Φρύγια, Λύδιʼ, ὁ δʼ ἔξαρχος Βρόμιος,εὐοἷ.ῥεῖ δὲ γάλακτι πέδον, ῥεῖ δʼ οἴνῳ, ῥεῖ δὲ μελισσᾶννέκταρι.Συρίας δʼ ὡς λιβάνου κα-πνὸν ὁ Βακχεὺς ἀνέχωνπυρσώδη φλόγα πεύκαςἐκ νάρθηκος ἀίσσειδρόμῳ καὶ χοροῖσινπλανάτας ἐρεθίζωνἰαχαῖς τʼ ἀναπάλλων,τρυφερόν τε πλόκαμον εἰς αἰθέρα ῥίπτων.ἅμα δʼ εὐάσμασι τοιάδʼ ἐπιβρέμει·Ὦ ἴτε βάκχαι,ὦ ἴτε βάκχαι,Τμώλου χρυσορόου χλιδᾷμέλπετε τὸν Διόνυσον