ναίοντες ὀρέων, θέλετε θηρασώμεθαΠενθέως Ἀγαύην μητέρʼ ἐκ βακχευμάτωνχάριν τʼ ἄνακτι θώμεθα; εὖ δʼ ἡμῖν λέγεινἔδοξε, θάμνων δʼ ἐλλοχίζομεν φόβαιςκρύψαντες αὑτούς· αἳ δὲ τὴν τεταγμένηνὥραν ἐκίνουν θύρσον ἐς βακχεύματα,Ἴακχον ἀθρόῳ στόματι τὸν Διὸς γόνονΒρόμιον καλοῦσαι· πᾶν δὲ συνεβάκχευʼ ὄροςκαὶ θῆρες, οὐδὲν δʼ ἦν ἀκίνητον δρόμῳ.κυρεῖ δʼ Ἀγαύη πλησίον θρῴσκουσά μου·κἀγὼ ʼξεπήδησʼ ὡς συναρπάσαι θέλων,λόχμην κενώσας ἔνθʼ ἐκρυπτόμην δέμας.ἣ δʼ ἀνεβόησεν· Ὦ δρομάδες ἐμαὶ κύνες,θηρώμεθʼ ἀνδρῶν τῶνδʼ ὕπʼ· ἀλλʼ ἕπεσθέ μοι,ἕπεσθε θύρσοις διὰ χερῶν ὡπλισμέναι.ἡμεῖς μὲν οὖν φεύγοντες ἐξηλύξαμενβακχῶν σπαραγμόν, αἳ δὲ νεμομέναις χλόηνμόσχοις ἐπῆλθον χειρὸς ἀσιδήρου μέτα.καὶ τὴν μὲν ἂν προσεῖδες εὔθηλον πόρινμυκωμένην ἔχουσαν ἐν χεροῖν δίχα,ἄλλαι δὲ δαμάλας διεφόρουν σπαράγμασιν.εἶδες δʼ ἂν ἢ πλεύρʼ ἢ δίχηλον ἔμβασινῥιπτόμενʼ ἄνω τε καὶ κάτω· κρεμαστὰ δὲἔσταζʼ ὑπʼ ἐλάταις ἀναπεφυρμένʼ αἵματι.ταῦροι δʼ ὑβρισταὶ κἀς κέρας θυμούμενοιτὸ πρόσθεν ἐσφάλλοντο πρὸς γαῖαν δέμας,μυριάσι χειρῶν ἀγόμενοι νεανίδων.θᾶσσον δὲ διεφοροῦντο σαρκὸς ἐνδυτὰἢ σὲ ξυνάψαι βλέφαρα βασιλείοις κόραις.χωροῦσι δʼ ὥστʼ ὄρνιθες ἀρθεῖσαι δρόμῳπεδίων ὑποτάσεις, αἳ παρʼ Ἀσωποῦ ῥοαῖςεὔκαρπον ἐκβάλλουσι Θηβαίων στάχυν·Ὑσιάς τʼ Ἐρυθράς θʼ, αἳ Κιθαιρῶνος λέπαςνέρθεν κατῳκήκασιν, ὥστε πολέμιοι,ἐπεσπεσοῦσαι πάντʼ ἄνω τε καὶ κάτωδιέφερον· ἥρπαζον μὲν ἐκ δόμων τέκνα·ὁπόσα δʼ ἐπʼ ὤμοις ἔθεσαν, οὐ δεσμῶν ὕποπροσείχετʼ οὐδʼ ἔπιπτεν ἐς μέλαν πέδον,οὐ χαλκός, οὐ σίδηρος· ἐπὶ δὲ βοστρύχοιςπῦρ ἔφερον, οὐδʼ ἔκαιεν. οἳ δʼ ὀργῆς ὕπο