ἀκτῖνας ἐξίησι θερμαίνων χθόνα.ὁρῶ δὲ θιάσους τρεῖς γυναικείων χορῶν,ὧν ἦρχʼ ἑνὸς μὲν Αὐτονόη, τοῦ δευτέρουμήτηρ Ἀγαύη σή, τρίτου δʼ Ἰνὼ χοροῦ.ηὗδον δὲ πᾶσαι σώμασιν παρειμέναι,αἳ μὲν πρὸς ἐλάτης νῶτʼ ἐρείσασαι φόβην,αἳ δʼ ἐν δρυὸς φύλλοισι πρὸς πέδῳ κάραεἰκῇ βαλοῦσαι σωφρόνως, οὐχ ὡς σὺ φῂςᾠνωμένας κρατῆρι καὶ λωτοῦ ψόφῳθηρᾶν καθʼ ὕλην Κύπριν ἠρημωμένας.ἡ σὴ δὲ μήτηρ ὠλόλυξεν ἐν μέσαιςσταθεῖσα βάκχαις, ἐξ ὕπνου κινεῖν δέμας,μυκήμαθʼ ὡς ἤκουσε κεροφόρων βοῶν.αἳ δʼ ἀποβαλοῦσαι θαλερὸν ὀμμάτων ὕπνονἀνῇξαν ὀρθαί, θαῦμʼ ἰδεῖν εὐκοσμίας,νέαι παλαιαὶ παρθένοι τʼ ἔτʼ ἄζυγες.καὶ πρῶτα μὲν καθεῖσαν εἰς ὤμους κόμαςνεβρίδας τʼ ἀνεστείλανθʼ ὅσαισιν ἁμμάτωνσύνδεσμʼ ἐλέλυτο, καὶ καταστίκτους δορὰςὄφεσι κατεζώσαντο λιχμῶσιν γένυν.αἳ δʼ ἀγκάλαισι δορκάδʼ ἢ σκύμνους λύκωνἀγρίους ἔχουσαι λευκὸν ἐδίδοσαν γάλα,ὅσαις νεοτόκοις μαστὸς ἦν σπαργῶν ἔτιβρέφη λιπούσαις· ἐπὶ δʼ ἔθεντο κισσίνουςστεφάνους δρυός τε μίλακός τʼ ἀνθεσφόρου.θύρσον δέ τις λαβοῦσʼ ἔπαισεν ἐς πέτραν,ὅθεν δροσώδης ὕδατος ἐκπηδᾷ νοτίς·ἄλλη δὲ νάρθηκʼ ἐς πέδον καθῆκε γῆς,καὶ τῇδε κρήνην ἐξανῆκʼ οἴνου θεός·ὅσαις δὲ λευκοῦ πώματος πόθος παρῆν,ἄκροισι δακτύλοισι διαμῶσαι χθόναγάλακτος ἑσμοὺς εἶχον· ἐκ δὲ κισσίνωνθύρσων γλυκεῖαι μέλιτος ἔσταζον ῥοαί.ὥστʼ, εἰ παρῆσθα, τὸν θεὸν τὸν νῦν ψέγειςεὐχαῖσιν ἂν μετῆλθες εἰσιδὼν τάδε.ξυνήλθομεν δὲ βουκόλοι καὶ ποιμένες,κοινῶν λόγων δώσοντες ἀλλήλοις ἔρινὡς δεινὰ δρῶσι θαυμάτων τʼ ἐπάξια·καί τις πλάνης κατʼ ἄστυ καὶ τρίβων λόγωνἔλεξεν εἰς ἅπαντας· Ὦ σεμνὰς πλάκας