ἐς προνώπιʼ αὐτίχʼ ἥξει. τί ποτʼ ἄρʼ ἐκ τούτων ἐρεῖ;ῥᾳδίως γὰρ αὐτὸν οἴσω, κἂν πνέων ἔλθῃ μέγα.πρὸς σοφοῦ γὰρ ἀνδρὸς ἀσκεῖν σώφρονʼ εὐοργησίαν.πέπονθα δεινά· διαπέφευγέ μʼ ὁ ξένος,ὃς ἄρτι δεσμοῖς ἦν κατηναγκασμένος.ἔα ἔα·ὅδʼ ἐστὶν ἁνήρ· τί τάδε; πῶς προνώπιοςφαίνῃ πρὸς οἴκοις τοῖς ἐμοῖς, ἔξω βεβώς;στῆσον πόδʼ, ὀργῇ δʼ ὑπόθες ἥσυχον πόδα.πόθεν σὺ δεσμὰ διαφυγὼν ἔξω περᾷς;οὐκ εἶπον—ἢ οὐκ ἤκουσασ—ὅτι λύσει μέ τις;τίς; τοὺς λόγους γὰρ ἐσφέρεις καινοὺς ἀεί.ὃς τὴν πολύβοτρυν ἄμπελον φύει βροτοῖς.ὠνείδισας δὴ τοῦτο Διονύσῳ καλόν.κλῄειν κελεύω πάντα πύργον ἐν κύκλῳ.τί δʼ; οὐχ ὑπερβαίνουσι καὶ τείχη θεοί;σοφὸς σοφὸς σύ, πλὴν ἃ δεῖ σʼ εἶναι σοφόν.ἃ δεῖ μάλιστα, ταῦτʼ ἔγωγʼ ἔφυν σοφός.κείνου δʼ ἀκούσας πρῶτα τοὺς λόγους μάθε,ὃς ἐξ ὄρους πάρεστιν ἀγγελῶν τί σοι·ἡμεῖς δέ σοι μενοῦμεν, οὐ φευξούμεθα.Πενθεῦ κρατύνων τῆσδε Θηβαίας χθονός,ἥκω Κιθαιρῶνʼ ἐκλιπών, ἵνʼ οὔποτελευκῆς χιόνος ἀνεῖσαν εὐαγεῖς βολαί.ἥκεις δὲ ποίαν προστιθεὶς σπουδὴν λόγου;βάκχας ποτνιάδας εἰσιδών, αἳ τῆσδε γῆςοἴστροισι λευκὸν κῶλον ἐξηκόντισαν,ἥκω φράσαι σοὶ καὶ πόλει χρῄζων, ἄναξ,ὡς δεινὰ δρῶσι θαυμάτων τε κρείσσονα.θέλω δʼ ἀκοῦσαι, πότερά σοι παρρησίᾳφράσω τὰ κεῖθεν ἢ λόγον στειλώμεθα·τὸ γὰρ τάχος σου τῶν φρενῶν δέδοικʼ, ἄναξ,καὶ τοὐξύθυμον καὶ τὸ βασιλικὸν λίαν.λέγʼ, ὡς ἀθῷος ἐξ ἐμοῦ πάντως ἔσῃ.τοῖς γὰρ δικαίοις οὐχὶ θυμοῦσθαι χρεών.ὅσῳ δʼ ἂν εἴπῃς δεινότερα βακχῶν πέρι,τοσῷδε μᾶλλον τὸν ὑποθέντα τὰς τέχναςγυναιξὶ τόνδε τῇ δίκῃ προσθήσομεν.ἀγελαῖα μὲν βοσκήματʼ ἄρτι πρὸς λέπαςμόσχων ὑπεξήκριζον, ἡνίχʼ ἥλιος