Δίου βροντᾶς;δίκετε πεδόσε τρομερὰ σώματαδίκετε, Μαινάδες· ὁ γὰρ ἄναξἄνω κάτω τιθεὶς ἔπεισιμέλαθρα τάδε Διὸς γόνος.βάρβαροι γυναῖκες, οὕτως ἐκπεπληγμέναι φόβῳπρὸς πέδῳ πεπτώκατʼ; ᾔσθησθʼ, ὡς ἔοικε, Βακχίουδιατινάξαντος δῶμα Πενθέως· ἀλλʼ ἐξανίστατεσῶμα καὶ θαρσεῖτε σαρκὸς ἐξαμείψασαι τρόμον.ὦ φάος μέγιστον ἡμῖν εὐίου βακχεύματος,ὡς ἐσεῖδον ἀσμένη σε, μονάδʼ ἔχουσʼ ἐρημίαν.εἰς ἀθυμίαν ἀφίκεσθʼ, ἡνίκʼ εἰσεπεμπόμην,Πενθέως ὡς ἐς σκοτεινὰς ὁρκάνας πεσούμενος;πῶς γὰρ οὔ; τίς μοι φύλαξ ἦν, εἰ σὺ συμφορᾶς τύχοις;ἀλλὰ πῶς ἠλευθερώθης ἀνδρὸς ἀνοσίου τυχών;αὐτὸς ἐξέσῳσʼ ἐμαυτὸν ῥᾳδίως ἄνευ πόνου.οὐδέ σου συνῆψε χεῖρε δεσμίοισιν ἐν βρόχοις;ταῦτα καὶ καθύβρισʼ αὐτόν, ὅτι με δεσμεύειν δοκῶνοὔτʼ ἔθιγεν οὔθʼ ἥψαθʼ ἡμῶν, ἐλπίσιν δʼ ἐβόσκετο.πρὸς φάτναις δὲ ταῦρον εὑρών, οὗ καθεῖρξʼ ἡμᾶς ἄγων,τῷδε περὶ βρόχους ἔβαλλε γόνασι καὶ χηλαῖς ποδῶν,θυμὸν ἐκπνέων, ἱδρῶτα σώματος στάζων ἄπο,χείλεσιν διδοὺς ὀδόντας· πλησίον δʼ ἐγὼ παρὼνἥσυχος θάσσων ἔλευσσον. ἐν δὲ τῷδε τῷ χρόνῳἀνετίναξʼ ἐλθὼν ὁ Βάκχος δῶμα καὶ μητρὸς τάφῳπῦρ ἀνῆψʼ· ὃ δʼ ὡς ἐσεῖδε, δώματʼ αἴθεσθαι δοκῶν,ᾖσσʼ ἐκεῖσε κᾆτʼ ἐκεῖσε, δμωσὶν Ἀχελῷον φέρεινἐννέπων, ἅπας δʼ ἐν ἔργῳ δοῦλος ἦν, μάτην πονῶν.διαμεθεὶς δὲ τόνδε μόχθον, ὡς ἐμοῦ πεφευγότος,ἵεται ξίφος κελαινὸν ἁρπάσας δόμων ἔσω.κᾆθʼ ὁ Βρόμιος, ὡς ἔμοιγε φαίνεται, δόξαν λέγω,φάσμʼ ἐποίησεν κατʼ αὐλήν· ὃ δʼ ἐπὶ τοῦθʼ ὡρμημένοςᾖσσε κἀκέντει φαεννὸν αἰθέρʼ, ὡς σφάζων ἐμέ.πρὸς δὲ τοῖσδʼ αὐτῷ τάδʼ ἄλλα Βάκχιος λυμαίνεται·δώματʼ ἔρρηξεν χαμᾶζε· συντεθράνωται δʼ ἅπανπικροτάτους ἰδόντι δεσμοὺς τοὺς ἐμούς· κόπου δʼ ὕποδιαμεθεὶς ξίφος παρεῖται· πρὸς θεὸν γὰρ ὢν ἀνὴρἐς μάχην ἐλθεῖν ἐτόλμησε. ἥσυχος δʼ ἐκβὰς ἐγὼδωμάτων ἥκω πρὸς ὑμᾶς, Πενθέως οὐ φροντίσας.ὡς δέ μοι δοκεῖ — ψοφεῖ γοῦν ἀρβύλη δόμων ἔσω —