σιν Ὀλύμπου θαλάμαις, ἔν-θα ποτʼ Ὀρφεὺς κιθαρίζωνσύναγεν δένδρεα μούσαις,σύναγεν θῆρας ἀγρώτας.μάκαρ ὦ Πιερία,σέβεταί σʼ Εὔιος, ἥξειτε χορεύσων ἅμα βακχεύ-μασι, τόν τʼ ὠκυρόανδιαβὰς Ἀξιὸν εἱλισ-σομένας Μαινάδας ἄξει,Λυδίαν πατέρα τε, τὸντᾶς εὐδαιμονίας βροτοῖςὀλβοδόταν, τὸν ἔκλυονεὔιππον χώραν ὕδασινκαλλίστοισι λιπαίνειν.ἰώ,κλύετʼ ἐμᾶς κλύετʼ αὐδᾶς,ἰὼ βάκχαι, ἰὼ βάκχαι.τίς ὅδε, τίς ὅδε πόθεν ὁ κέλαδοςἀνά μʼ ἐκάλεσεν Εὐίου;ἰὼ ἰώ, πάλιν αὐδῶ,ὁ Σεμέλας, ὁ Διὸς παῖς.ἰὼ ἰὼ δέσποτα δέσποτα,μόλε νυν ἡμέτερον ἐςθίασον, ὦ Βρόμιε Βρόμιε.σεῖε πέδον χθονὸς Ἔννοσι πότνια.ἆ ἆ,τάχα τὰ Πενθέως μέλαθρα διατι-νάξεται πεσήμασιν.— ὁ Διόνυσος ἀνὰ μέλαθρα·σέβετέ νιν. — σέβομεν ὤ.— εἴδετε λάινα κίοσιν ἔμβολαδιάδρομα τάδε; Βρόμιος ὅδʼ ἀλα-λάζεται στέγας ἔσω.ἅπτε κεραύνιον αἴθοπα λαμπάδα·σύμφλεγε σύμφλεγε δώματα Πενθέος.ἆ ἆ,πῦρ οὐ λεύσσεις, οὐδʼ αὐγάζῃ,Σεμέλας ἱερὸν ἀμφὶ τάφον, ἅνποτε κεραυνόβολος ἔλιπε φλόγα