σὺ γὰρ ἐν σαῖς ποτε παγαῖςτὸ Διὸς βρέφος ἔλαβες,ὅτε μηρῷ πυρὸς ἐξ ἀ-θανάτου Ζεὺς ὁ τεκὼν ἥρ-πασέ νιν, τάδʼ ἀναβοάσας·Ἴθι, Διθύραμβʼ, ἐμὰν ἄρ-σενα τάνδε βᾶθι νηδύν·ἀναφαίνω σε τόδʼ, ὦ Βάκ-χιε, Θήβαις ὀνομάζειν.σὺ δέ μʼ, ὦ μάκαιρα Δίρκα,στεφανηφόρους ἀπωθῇθιάσους ἔχουσαν ἐν σοί.τί μʼ ἀναίνῃ; τί με φεύγεις;ἔτι ναὶ τὰν βοτρυώδηΔιονύσου χάριν οἴνας,ἔτι σοι τοῦ Βρομίου μελήσει.οἵαν οἵαν ὀργὰνἀναφαίνει χθόνιονγένος ἐκφύς τε δράκοντόςποτε Πενθεύς, ὃν Ἐχίωνἐφύτευσε χθόνιος,ἀγριωπὸν τέρας, οὐ φῶ-τα βρότειον, φόνιον δʼ ὥσ-τε γίγαντʼ ἀντίπαλον θεοῖς·ὃς ἔμʼ ἐν βρόχοισι τὰν τοῦΒρομίου τάχα ξυνάψει,τὸν ἐμὸν δʼ ἐντὸς ἔχει δώ-ματος ἤδη θιασώτανσκοτίαις κρυπτὸν ἐν εἱρκταῖς.ἐσορᾷς τάδʼ, ὦ Διὸς παῖΔιόνυσε, σοὺς προφήταςἐν ἁμίλλαισιν ἀνάγκας;μόλε, χρυσῶπα τινάσσων,ἄνα, θύρσον κατʼ Ὄλυμπον,φονίου δʼ ἀνδρὸς ὕβριν κατάσχες.πόθι Νύσας ἄρα τᾶς θη-ροτρόφου θυρσοφορεῖςθιάσους, ὦ Διόνυσʼ, ἢκορυφαῖς Κωρυκίαις;τάχα δʼ ἐν ταῖς πολυδένδρεσ-