ἦλθες δὲ πρῶτα δεῦρʼ ἄγων τὸν δαίμονα;πᾶς ἀναχορεύει βαρβάρων τάδʼ ὄργια.φρονοῦσι γὰρ κάκιον Ἑλλήνων πολύ.τάδʼ εὖ γε μᾶλλον· οἱ νόμοι δὲ διάφοροι.τὰ δʼ ἱερὰ νύκτωρ ἢ μεθʼ ἡμέραν τελεῖς;νύκτωρ τὰ πολλά· σεμνότητʼ ἔχει σκότος.τοῦτʼ ἐς γυναῖκας δόλιόν ἐστι καὶ σαθρόν.κἀν ἡμέρᾳ τό γʼ αἰσχρὸν ἐξεύροι τις ἄν.δίκην σε δοῦναι δεῖ σοφισμάτων κακῶν.σὲ δʼ ἀμαθίας γε κἀσεβοῦντʼ ἐς τὸν θεόν.ὡς θρασὺς ὁ βάκχος κοὐκ ἀγύμναστος λόγων.εἴφʼ ὅ τι παθεῖν δεῖ· τί με τὸ δεινὸν ἐργάσῃ;πρῶτον μὲν ἁβρὸν βόστρυχον τεμῶ σέθεν.ἱερὸς ὁ πλόκαμος· τῷ θεῷ δʼ αὐτὸν τρέφω.ἔπειτα θύρσον τόνδε παράδος ἐκ χεροῖν.αὐτός μʼ ἀφαιροῦ· τόνδε Διονύσου φορῶ.εἱρκταῖσί τʼ ἔνδον σῶμα σὸν φυλάξομεν.λύσει μʼ ὁ δαίμων αὐτός, ὅταν ἐγὼ θέλω.ὅταν γε καλέσῃς αὐτὸν ἐν βάκχαις σταθείς.καὶ νῦν ἃ πάσχω πλησίον παρὼν ὁρᾷ.καὶ ποῦ ʼστιν; οὐ γὰρ φανερὸς ὄμμασίν γʼ ἐμοῖς.παρʼ ἐμοί· σὺ δʼ ἀσεβὴς αὐτὸς ὢν οὐκ εἰσορᾷς.λάζυσθε· καταφρονεῖ με καὶ Θήβας ὅδε.αὐδῶ με μὴ δεῖν σωφρονῶν οὐ σώφροσιν.ἐγὼ δὲ δεῖν γε, κυριώτερος σέθεν.οὐκ οἶσθʼ ὅ τι ζῇς, οὐδʼ ὃ δρᾷς, οὐδʼ ὅστις εἶ.Πενθεύς, Ἀγαύης παῖς, πατρὸς δʼ Ἐχίονος.ἐνδυστυχῆσαι τοὔνομʼ ἐπιτήδειος εἶ.χώρει· καθείρξατʼ αὐτὸν ἱππικαῖς πέλαςφάτναισιν, ὡς ἂν σκότιον εἰσορᾷ κνέφας.ἐκεῖ χόρευε· τάσδε δʼ ἃς ἄγων πάρεικακῶν συνεργοὺς ἢ διεμπολήσομενἢ χεῖρα δούπου τοῦδε καὶ βύρσης κτύπουπαύσας, ἐφʼ ἱστοῖς δμωίδας κεκτήσομαι.στείχοιμʼ ἄν· ὅ τι γὰρ μὴ χρεών, οὔτοι χρεὼνπαθεῖν. ἀτάρ τοι τῶνδʼ ἄποινʼ ὑβρισμάτωνμέτεισι Διόνυσός σʼ, ὃν οὐκ εἶναι λέγεις·ἡμᾶς γὰρ ἀδικῶν κεῖνον εἰς δεσμοὺς ἄγεις.Ἀχελῴου θύγατερ,πότνιʼ εὐπάρθενε Δίρκα,