κἀγὼ διʼ αἰδοῦς εἶπον· Ὦ ξένʼ, οὐχ ἑκὼνἄγω σε, Πενθέως δʼ ὅς μʼ ἔπεμψʼ ἐπιστολαῖς.ἃς δʼ αὖ σὺ βάκχας εἷρξας, ἃς συνήρπασαςκἄδησας ἐν δεσμοῖσι πανδήμου στέγης,φροῦδαί γʼ ἐκεῖναι λελυμέναι πρὸς ὀργάδαςσκιρτῶσι Βρόμιον ἀνακαλούμεναι θεόν·αὐτόματα δʼ αὐταῖς δεσμὰ διελύθη ποδῶνκλῇδές τʼ ἀνῆκαν θύρετρʼ ἄνευ θνητῆς χερός.πολλῶν δʼ ὅδʼ ἁνὴρ θαυμάτων ἥκει πλέωςἐς τάσδε Θήβας. σοὶ δὲ τἄλλα χρὴ μέλειν.μέθεσθε χειρῶν τοῦδʼ· ἐν ἄρκυσιν γὰρ ὢνοὐκ ἔστιν οὕτως ὠκὺς ὥστε μʼ ἐκφυγεῖν.ἀτὰρ τὸ μὲν σῶμʼ οὐκ ἄμορφος εἶ, ξένε,ὡς ἐς γυναῖκας, ἐφʼ ὅπερ ἐς Θήβας πάρει·πλόκαμός τε γάρ σου ταναός, οὐ πάλης ὕπο,γένυν παρʼ αὐτὴν κεχυμένος, πόθου πλέως·λευκὴν δὲ χροιὰν ἐκ παρασκευῆς ἔχεις,οὐχ ἡλίου βολαῖσιν, ἀλλʼ ὑπὸ σκιᾶς,τὴν Ἀφροδίτην καλλονῇ θηρώμενος.πρῶτον μὲν οὖν μοι λέξον ὅστις εἶ γένος.οὐ κόμπος οὐδείς· ῥᾴδιον δʼ εἰπεῖν τόδε.τὸν ἀνθεμώδη Τμῶλον οἶσθά που κλύων.οἶδʼ, ὃς τὸ Σάρδεων ἄστυ περιβάλλει κύκλῳ.ἐντεῦθέν εἰμι, Λυδία δέ μοι πατρίς.πόθεν δὲ τελετὰς τάσδʼ ἄγεις ἐς Ἑλλάδα;Διόνυσος ἡμᾶς εἰσέβησʼ, ὁ τοῦ Διός.Ζεὺς δʼ ἔστʼ ἐκεῖ τις, ὃς νέους τίκτει θεούς;οὔκ, ἀλλʼ ὁ Σεμέλην ἐνθάδε ζεύξας γάμοις.πότερα δὲ νύκτωρ σʼ ἢ κατʼ ὄμμʼ ἠνάγκασεν;ὁρῶν ὁρῶντα, καὶ δίδωσιν ὄργια.τὰ δʼ ὄργιʼ ἐστὶ τίνʼ ἰδέαν ἔχοντά σοι;ἄρρητʼ ἀβακχεύτοισιν εἰδέναι βροτῶν.ἔχει δʼ ὄνησιν τοῖσι θύουσιν τίνα;οὐ θέμις ἀκοῦσαί σʼ, ἔστι δʼ ἄξιʼ εἰδέναι.εὖ τοῦτʼ ἐκιβδήλευσας, ἵνʼ ἀκοῦσαι θέλω.ἀσέβειαν ἀσκοῦντʼ ὄργιʼ ἐχθαίρει θεοῦ.τὸν θεὸν ὁρᾶν γὰρ φῂς σαφῶς, ποῖός τις ἦν;ὁποῖος ἤθελʼ· οὐκ ἐγὼ ʼτασσον τόδε.τοῦτʼ αὖ παρωχέτευσας εὖ κοὐδὲν λέγων.δόξει τις ἀμαθεῖ σοφὰ λέγων οὐκ εὖ φρονεῖν.