νομένων οἵδε τρόποι καὶκακοβούλων παρʼ ἔμοι-γε φωτῶν.ἱκοίμαν ποτὶ Κύπρον,νᾶσον τᾶς Ἀφροδίτας,ἵνʼ οἱ θελξίφρονες νέμον-ται θνατοῖσιν Ἔρωτες,Πάφον θʼ ἃν ἑκατόστομοιβαρβάρου ποταμοῦ ῥοαὶκαρπίζουσιν ἄνομβροι.οὗ δʼ ἁ καλλιστευομέναΠιερία μούσειος ἕδρα,σεμνὰ κλιτὺς Ὀλύμπου,ἐκεῖσʼ ἄγε με, Βρόμιε Βρόμιε,πρόβακχʼ εὔιε δαῖμον.ἐκεῖ Χάριτες,ἐκεῖ δὲ Πόθος· ἐκεῖ δὲ βάκ-χαις θέμις ὀργιάζειν.ὁ δαίμων ὁ Διὸς παῖςχαίρει μὲν θαλίαισιν,φιλεῖ δʼ ὀλβοδότειραν Εἰ-ρήναν, κουροτρόφον θεάν.ἴσαν δʼ ἔς τε τὸν ὄλβιοντόν τε χείρονα δῶκʼ ἔχεινοἴνου τέρψιν ἄλυπον·μισεῖ δʼ ᾧ μὴ ταῦτα μέλει,κατὰ φάος νύκτας τε φίλαςεὐαίωνα διαζῆν,σοφὰν δʼ ἀπέχειν πραπίδα φρένα τεπερισσῶν παρὰ φωτῶν·τὸ πλῆθος ὅ τιτὸ φαυλότερον ἐνόμισε χρῆ-ταί τε, τόδʼ ἂν δεχοίμαν.Πενθεῦ, πάρεσμεν τήνδʼ ἄγραν ἠγρευκότεςἐφʼ ἣν ἔπεμψας, οὐδʼ ἄκρανθʼ ὡρμήσαμεν.ὁ θὴρ δʼ ὅδʼ ἡμῖν πρᾶος οὐδʼ ὑπέσπασενφυγῇ πόδʼ, ἀλλʼ ἔδωκεν οὐκ ἄκων χέραςοὐδʼ ὠχρός, οὐδʼ ἤλλαξεν οἰνωπὸν γένυν,γελῶν δὲ καὶ δεῖν κἀπάγειν ἐφίετοἔμενέ τε, τοὐμὸν εὐτρεπὲς ποιούμενος.