ὑπέρ τε τούτου καίπερ ὄντος ἀγρίουὑπέρ τε πόλεως τὸν θεὸν μηδὲν νέονδρᾶν. ἀλλʼ ἕπου μοι κισσίνου βάκτρου μέτα,πειρῶ δʼ ἀνορθοῦν σῶμʼ ἐμόν, κἀγὼ τὸ σόν·γέροντε δʼ αἰσχρὸν δύο πεσεῖν· ἴτω δʼ ὅμως,τῷ Βακχίῳ γὰρ τῷ Διὸς δουλευτέον.Πενθεὺς δʼ ὅπως μὴ πένθος εἰσοίσει δόμοιςτοῖς σοῖσι, Κάδμε· μαντικῇ μὲν οὐ λέγω,τοῖς πράγμασιν δέ· μῶρα γὰρ μῶρος λέγει.Ὁσία πότνα θεῶν,Ὁσία δʼ ἃ κατὰ γᾶνχρυσέαν πτέρυγα φέρεις,τάδε Πενθέως ἀίεις;ἀίεις οὐχ ὁσίανὕβριν ἐς τὸν Βρόμιον, τὸνΣεμέλας, τὸν παρὰ καλλι-στεφάνοις εὐφροσύναις δαί-μονα πρῶτον μακάρων; ὃς τάδʼ ἔχει,θιασεύειν τε χοροῖςμετά τʼ αὐλοῦ γελάσαιἀποπαῦσαί τε μερίμνας,ὁπόταν βότρυος ἔλθῃγάνος ἐν δαιτὶ θεῶν, κισ-σοφόροις δʼ ἐν θαλίαις ἀν-δράσι κρατὴρ ὕπνον ἀμ-φιβάλλῃἀχαλίνων στομάτωνἀνόμου τʼ ἀφροσύναςτὸ τέλος δυστυχία·ὁ δὲ τᾶς ἡσυχίαςβίοτος καὶ τὸ φρονεῖνἀσάλευτόν τε μένει καὶσυνέχει δώματα· πόρσωγὰρ ὅμως αἰθέρα ναίον-τες ὁρῶσιν τὰ βροτῶν οὐρανίδαι.τὸ σοφὸν δʼ οὐ σοφίατό τε μὴ θνητὰ φρονεῖν.βραχὺς αἰών· ἐπὶ τούτῳδέ τις ἂν μεγάλα διώκωντὰ παρόντʼ οὐχὶ φέροι. μαι-