κἀκεῖνος, οἶμαι, τέρπεται τιμώμενος.ἐγὼ μὲν οὖν καὶ Κάδμος, ὃν σὺ διαγελᾷς,κισσῷ τʼ ἐρεψόμεσθα καὶ χορεύσομεν,πολιὰ ξυνωρίς, ἀλλʼ ὅμως χορευτέον,κοὐ θεομαχήσω σῶν λόγων πεισθεὶς ὕπο.μαίνῃ γὰρ ὡς ἄλγιστα, κοὔτε φαρμάκοιςἄκη λάβοις ἂν οὔτʼ ἄνευ τούτων νοσεῖς.ὦ πρέσβυ, Φοῖβόν τʼ οὐ καταισχύνεις λόγοις,τιμῶν τε Βρόμιον σωφρονεῖς, μέγαν θεόν.ὦ παῖ, καλῶς σοι Τειρεσίας παρῄνεσεν.οἴκει μεθʼ ἡμῶν, μὴ θύραζε τῶν νόμων.νῦν γὰρ πέτῃ τε καὶ φρονῶν οὐδὲν φρονεῖς.κεἰ μὴ γὰρ ἔστιν ὁ θεὸς οὗτος, ὡς σὺ φῄς,παρὰ σοὶ λεγέσθω· καὶ καταψεύδου καλῶςὡς ἔστι, Σεμέλη θʼ ἵνα δοκῇ θεὸν τεκεῖν,ἡμῖν τε τιμὴ παντὶ τῷ γένει προσῇ.ὁρᾷς τὸν Ἀκτέωνος ἄθλιον μόρον,ὃν ὠμόσιτοι σκύλακες ἃς ἐθρέψατοδιεσπάσαντο, κρείσσονʼ ἐν κυναγίαιςἈρτέμιδος εἶναι κομπάσαντʼ, ἐν ὀργάσιν.ὃ μὴ πάθῃς σύ· δεῦρό σου στέψω κάρακισσῷ· μεθʼ ἡμῶν τῷ θεῷ τιμὴν δίδου.οὐ μὴ προσοίσεις χεῖρα, βακχεύσεις δʼ ἰών,μηδʼ ἐξομόρξῃ μωρίαν τὴν σὴν ἐμοί;τῆς σῆς δʼ ἀνοίας τόνδε τὸν διδάσκαλονδίκην μέτειμι. στειχέτω τις ὡς τάχος,ἐλθὼν δὲ θάκους τοῦδʼ ἵνʼ οἰωνοσκοπεῖμοχλοῖς τριαίνου κἀνάτρεψον ἔμπαλιν,ἄνω κάτω τὰ πάντα συγχέας ὁμοῦ,καὶ στέμματʼ ἀνέμοις καὶ θυέλλαισιν μέθες.μάλιστα γάρ νιν δήξομαι δράσας τάδε.οἳ δʼ ἀνὰ πόλιν στείχοντες ἐξιχνεύσατετὸν θηλύμορφον ξένον, ὃς ἐσφέρει νόσονκαινὴν γυναιξὶ καὶ λέχη λυμαίνεται.κἄνπερ λάβητε, δέσμιον πορεύσατεδεῦρʼ αὐτόν, ὡς ἂν λευσίμου δίκης τυχὼνθάνῃ, πικρὰν βάκχευσιν ἐν Θήβαις ἰδών.ὦ σχέτλιʼ, ὡς οὐκ οἶσθα ποῦ ποτʼ εἶ λόγων.μέμηνας ἤδη· καὶ πρὶν ἐξέστης φρενῶν.στείχωμεν ἡμεῖς, Κάδμε, κἀξαιτώμεθα