λύπης, ὅταν πλησθῶσιν ἀμπέλου ῥοῆς,ὕπνον τε λήθην τῶν καθʼ ἡμέραν κακῶνδίδωσιν, οὐδʼ ἔστʼ ἄλλο φάρμακον πόνων.οὗτος θεοῖσι σπένδεται θεὸς γεγώς,ὥστε διὰ τοῦτον τἀγάθʼ ἀνθρώπους ἔχειν.καὶ καταγελᾷς νιν, ὡς ἐνερράφη Διὸςμηρῷ; διδάξω σʼ ὡς καλῶς ἔχει τόδε.ἐπεί νιν ἥρπασʼ ἐκ πυρὸς κεραυνίουΖεύς, ἐς δʼ Ὄλυμπον βρέφος ἀνήγαγεν θεόν,Ἥρα νιν ἤθελʼ ἐκβαλεῖν ἀπʼ οὐρανοῦ·Ζεὺς δʼ ἀντεμηχανήσαθʼ οἷα δὴ θεός.ῥήξας μέρος τι τοῦ χθόνʼ ἐγκυκλουμένουαἰθέρος, ἔθηκε τόνδʼ ὅμηρον ἐκδιδούς,Διόνυσον Ἥρας νεικέων· χρόνῳ δέ νινβροτοὶ ῥαφῆναί φασιν ἐν μηρῷ Διός,ὄνομα μεταστήσαντες, ὅτι θεᾷ θεὸςἭρᾳ ποθʼ ὡμήρευσε, συνθέντες λόγον.μάντις δʼ ὁ δαίμων ὅδε· τὸ γὰρ βακχεύσιμονκαὶ τὸ μανιῶδες μαντικὴν πολλὴν ἔχει·ὅταν γὰρ ὁ θεὸς ἐς τὸ σῶμʼ ἔλθῃ πολύς,λέγειν τὸ μέλλον τοὺς μεμηνότας ποιεῖ.Ἄρεώς τε μοῖραν μεταλαβὼν ἔχει τινά·στρατὸν γὰρ ἐν ὅπλοις ὄντα κἀπὶ τάξεσινφόβος διεπτόησε πρὶν λόγχης θιγεῖν.μανία δὲ καὶ τοῦτʼ ἐστὶ Διονύσου πάρα.ἔτʼ αὐτὸν ὄψῃ κἀπὶ Δελφίσιν πέτραιςπηδῶντα σὺν πεύκαισι δικόρυφον πλάκα,πάλλοντα καὶ σείοντα βακχεῖον κλάδον,μέγαν τʼ ἀνʼ Ἑλλάδα. ἀλλʼ ἐμοί, Πενθεῦ, πιθοῦ·μὴ τὸ κράτος αὔχει δύναμιν ἀνθρώποις ἔχειν,μηδʼ, ἢν δοκῇς μέν, ἡ δὲ δόξα σου νοσῇ,φρονεῖν δόκει τι· τὸν θεὸν δʼ ἐς γῆν δέχουκαὶ σπένδε καὶ βάκχευε καὶ στέφου κάρα.οὐχ ὁ Διόνυσος σωφρονεῖν ἀναγκάσειγυναῖκας ἐς τὴν Κύπριν, ἀλλʼ ἐν τῇ φύσειτὸ σωφρονεῖν ἔνεστιν εἰς τὰ πάντʼ ἀείτοῦτο σκοπεῖν χρή· καὶ γὰρ ἐν βακχεύμασινοὖσʼ ἥ γε σώφρων οὐ διαφθαρήσεται.ὁρᾷς, σὺ χαίρεις, ὅταν ἐφεστῶσιν πύλαιςπολλοί, τὸ Πενθέως δʼ ὄνομα μεγαλύνῃ πόλις·