κόμας, τράχηλον σώματος χωρὶς τεμών.ἐκεῖνος εἶναί φησι Διόνυσον θεόν,ἐκεῖνος ἐν μηρῷ ποτʼ ἐρράφθαι Διός,ὃς ἐκπυροῦται λαμπάσιν κεραυνίαιςσὺν μητρί, Δίους ὅτι γάμους ἐψεύσατο.ταῦτʼ οὐχὶ δεινῆς ἀγχόνης ἔστʼ ἄξια,ὕβρεις ὑβρίζειν, ὅστις ἔστιν ὁ ξένος;ἀτὰρ τόδʼ ἄλλο θαῦμα, τὸν τερασκόπονἐν ποικίλαισι νεβρίσι Τειρεσίαν ὁρῶπατέρα τε μητρὸς τῆς ἐμῆσ—πολὺν γέλων—νάρθηκι βακχεύοντʼ· ἀναίνομαι, πάτερ,τὸ γῆρας ὑμῶν εἰσορῶν νοῦν οὐκ ἔχον.οὐκ ἀποτινάξεις κισσόν; οὐκ ἐλευθέρανθύρσου μεθήσεις χεῖρʼ, ἐμῆς μητρὸς πάτερ;σὺ ταῦτʼ ἔπεισας, Τειρεσία· τόνδʼ αὖ θέλειςτὸν δαίμονʼ ἀνθρώποισιν ἐσφέρων νέονσκοπεῖν πτερωτοὺς κἀμπύρων μισθοὺς φέρειν.εἰ μή σε γῆρας πολιὸν ἐξερρύετο,καθῆσʼ ἂν ἐν βάκχαισι δέσμιος μέσαις,τελετὰς πονηρὰς εἰσάγων· γυναιξὶ γὰρὅπου βότρυος ἐν δαιτὶ γίγνεται γάνος,οὐχ ὑγιὲς οὐδὲν ἔτι λέγω τῶν ὀργίων.τῆς δυσσεβείας. ὦ ξένʼ, οὐκ αἰδῇ θεοὺςΚάδμον τε τὸν σπείραντα γηγενῆ στάχυν,Ἐχίονος δʼ ὢν παῖς καταισχύνεις γένος;ὅταν λάβῃ τις τῶν λόγων ἀνὴρ σοφὸςκαλὰς ἀφορμάς, οὐ μέγʼ ἔργον εὖ λέγειν·σὺ δʼ εὔτροχον μὲν γλῶσσαν ὡς φρονῶν ἔχεις,ἐν τοῖς λόγοισι δʼ οὐκ ἔνεισί σοι φρένες.θράσει δὲ δυνατὸς καὶ λέγειν οἷός τʼ ἀνὴρκακὸς πολίτης γίγνεται νοῦν οὐκ ἔχων.οὗτος δʼ ὁ δαίμων ὁ νέος, ὃν σὺ διαγελᾷς,οὐκ ἂν δυναίμην μέγεθος ἐξειπεῖν ὅσοςκαθʼ Ἑλλάδʼ ἔσται. δύο γάρ, ὦ νεανία,τὰ πρῶτʼ ἐν ἀνθρώποισι· Δημήτηρ θεά—γῆ δʼ ἐστίν, ὄνομα δʼ ὁπότερον βούλῃ κάλει·αὕτη μὲν ἐν ξηροῖσιν ἐκτρέφει βροτούς·ὃς δʼ ἦλθʼ ἔπειτʼ, ἀντίπαλον ὁ Σεμέλης γόνοςβότρυος ὑγρὸν πῶμʼ ηὗρε κεἰσηνέγκατοθνητοῖς, ὃ παύει τοὺς ταλαιπώρους βροτοὺς