πατρίους παραδοχάς, ἅς θʼ ὁμήλικας χρόνῳκεκτήμεθʼ, οὐδεὶς αὐτὰ καταβαλεῖ λόγος,οὐδʼ εἰ διʼ ἄκρων τὸ σοφὸν ηὕρηται φρενῶν.ἐρεῖ τις ὡς τὸ γῆρας οὐκ αἰσχύνομαι,μέλλων χορεύειν κρᾶτα κισσώσας ἐμόν;οὐ γὰρ διῄρηχʼ ὁ θεός, οὔτε τὸν νέονεἰ χρὴ χορεύειν οὔτε τὸν γεραίτερον,ἀλλʼ ἐξ ἁπάντων βούλεται τιμὰς ἔχεινκοινάς, διαριθμῶν δʼ οὐδένʼ αὔξεσθαι θέλει.ἐπεὶ σὺ φέγγος, Τειρεσία, τόδʼ οὐχ ὁρᾷς,ἐγὼ προφήτης σοι λόγων γενήσομαι.Πενθεὺς πρὸς οἴκους ὅδε διὰ σπουδῆς περᾷ,Ἐχίονος παῖς, ᾧ κράτος δίδωμι γῆς.ὡς ἐπτόηται· τί ποτʼ ἐρεῖ νεώτερον;ἔκδημος ὢν μὲν τῆσδʼ ἐτύγχανον χθονός,κλύω δὲ νεοχμὰ τήνδʼ ἀνὰ πτόλιν κακά,γυναῖκας ἡμῖν δώματʼ ἐκλελοιπέναιπλασταῖσι βακχείαισιν, ἐν δὲ δασκίοιςὄρεσι θοάζειν, τὸν νεωστὶ δαίμοναΔιόνυσον, ὅστις ἔστι, τιμώσας χοροῖς·πλήρεις δὲ θιάσοις ἐν μέσοισιν ἑστάναικρατῆρας, ἄλλην δʼ ἄλλοσʼ εἰς ἐρημίανπτώσσουσαν εὐναῖς ἀρσένων ὑπηρετεῖν,πρόφασιν μὲν ὡς δὴ μαινάδας θυοσκόους,τὴν δʼ Ἀφροδίτην πρόσθʼ ἄγειν τοῦ Βακχίου.ὅσας μὲν οὖν εἴληφα, δεσμίους χέραςσῴζουσι πανδήμοισι πρόσπολοι στέγαις·ὅσαι δʼ ἄπεισιν, ἐξ ὄρους θηράσομαι,Ἰνώ τʼ Ἀγαύην θʼ, ἥ μʼ ἔτικτʼ Ἐχίονι,Ἀκταίονός τε μητέρʼ, Αὐτονόην λέγω.καὶ σφᾶς σιδηραῖς ἁρμόσας ἐν ἄρκυσινπαύσω κακούργου τῆσδε βακχείας τάχα.λέγουσι δʼ ὥς τις εἰσελήλυθε ξένος,γόης ἐπῳδὸς Λυδίας ἀπὸ χθονός,ξανθοῖσι βοστρύχοισιν εὐοσμῶν κόμην,οἰνῶπας ὄσσοις χάριτας Ἀφροδίτης ἔχων,ὃς ἡμέρας τε κεὐφρόνας συγγίγνεταιτελετὰς προτείνων εὐίους νεάνισιν.εἰ δʼ αὐτὸν εἴσω τῆσδε λήψομαι στέγης,παύσω κτυποῦντα θύρσον ἀνασείοντά τε