βαρυβρόμων ὑπὸ τυμπάνων,εὔια τὸν εὔιον ἀγαλλόμεναι θεὸνἐν Φρυγίαισι βοαῖς ἐνοπαῖσί τε,λωτὸς ὅταν εὐκέλαδοςἱερὸς ἱερὰ παίγματα βρέμῃ, σύνοχαφοιτάσιν εἰς ὄρος εἰς ὄρος· ἡδομέ-να δʼ ἄρα, πῶλος ὅπως ἅμα ματέριφορβάδι, κῶλον ἄγει ταχύπουν σκιρτήμασι βάκχα.τίς ἐν πύλαισι; Κάδμον ἐκκάλει δόμων,Ἀγήνορος παῖδʼ, ὃς πόλιν Σιδωνίανλιπὼν ἐπύργωσʼ ἄστυ Θηβαίων τόδε.ἴτω τις, εἰσάγγελλε Τειρεσίας ὅτιζητεῖ νιν· οἶδε δʼ αὐτὸς ὧν ἥκω πέριἅ τε ξυνεθέμην πρέσβυς ὢν γεραιτέρῳ,θύρσους ἀνάπτειν καὶ νεβρῶν δορὰς ἔχεινστεφανοῦν τε κρᾶτα κισσίνοις βλαστήμασιν.ὦ φίλταθʼ, ὡς σὴν γῆρυν ᾐσθόμην κλύωνσοφὴν σοφοῦ παρʼ ἀνδρός, ἐν δόμοισιν ὤν·ἥκω δʼ ἕτοιμος τήνδʼ ἔχων σκευὴν θεοῦ·δεῖ γάρ νιν ὄντα παῖδα θυγατρὸς ἐξ ἐμῆςΔιόνυσον ὃς πέφηνεν ἀνθρώποις θεὸςὅσον καθʼ ἡμᾶς δυνατὸν αὔξεσθαι μέγαν.ποῖ δεῖ χορεύειν, ποῖ καθιστάναι πόδακαὶ κρᾶτα σεῖσαι πολιόν; ἐξηγοῦ σύ μοιγέρων γέροντι, Τειρεσία· σὺ γὰρ σοφός.ὡς οὐ κάμοιμʼ ἂν οὔτε νύκτʼ οὔθʼ ἡμέρανθύρσῳ κροτῶν γῆν· ἐπιλελήσμεθʼ ἡδέωςγέροντες ὄντες.ταὔτʼ ἐμοὶ πάσχεις ἄρα·κἀγὼ γὰρ ἡβῶ κἀπιχειρήσω χοροῖς.οὐκοῦν ὄχοισιν εἰς ὄρος περάσομεν;ἀλλʼ οὐχ ὁμοίως ἂν ὁ θεὸς τιμὴν ἔχοι.γέρων γέροντα παιδαγωγήσω σʼ ἐγώ.ὁ θεὸς ἀμοχθὶ κεῖσε νῷν ἡγήσεται.μόνοι δὲ πόλεως Βακχίῳ χορεύσομεν;μόνοι γὰρ εὖ φρονοῦμεν, οἱ δʼ ἄλλοι κακῶς.μακρὸν τὸ μέλλειν· ἀλλʼ ἐμῆς ἔχου χερός.ἰδού, ξύναπτε καὶ ξυνωρίζου χέρα.οὐ καταφρονῶ ʼγὼ τῶν θεῶν θνητὸς γεγώς.οὐδὲν σοφιζόμεσθα τοῖσι δαίμοσιν.