ὑμᾶς τε τόνδε θʼ, ὥστε διολέσαι δόμουςκἄμʼ, ὅστις ἄτεκνος ἀρσένων παίδων γεγὼςτῆς σῆς τόδʼ ἔρνος, ὦ τάλαινα, νηδύοςαἴσχιστα καὶ κάκιστα κατθανόνθʼ ὁρῶ,ᾧ δῶμʼ ἀνέβλεφʼ—ὃς συνεῖχες, ὦ τέκνον,τοὐμὸν μέλαθρον, παιδὸς ἐξ ἐμῆς γεγώς,πόλει τε τάρβος ἦσθα· τὸν γέροντα δὲοὐδεὶς ὑβρίζειν ἤθελʼ εἰσορῶν τὸ σὸνκάρα· δίκην γὰρ ἀξίαν ἐλάμβανες.νῦν δʼ ἐκ δόμων ἄτιμος ἐκβεβλήσομαιὁ Κάδμος ὁ μέγας, ὃς τὸ Θηβαίων γένοςἔσπειρα κἀξήμησα κάλλιστον θέρος.ὦ φίλτατʼ ἀνδρῶν—καὶ γὰρ οὐκέτʼ ὢν ὅμωςτῶν φιλτάτων ἔμοιγʼ ἀριθμήσῃ, τέκνον—οὐκέτι γενείου τοῦδε θιγγάνων χερί,τὸν μητρὸς αὐδῶν πατέρα προσπτύξῃ, τέκνον,λέγων· Τίς ἀδικεῖ, τίς σʼ ἀτιμάζει, γέρον;τίς σὴν ταράσσει καρδίαν λυπηρὸς ὤν;λέγʼ, ὡς κολάζω τὸν ἀδικοῦντά σʼ, ὦ πάτερ.νῦν δʼ ἄθλιος μέν εἰμʼ ἐγώ, τλήμων δὲ σύ.οἰκτρὰ δὲ μήτηρ, τλήμονες δὲ σύγγονοι.εἰ δʼ ἔστιν ὅστις δαιμόνων ὑπερφρονεῖ,ἐς τοῦδʼ ἀθρήσας θάνατον ἡγείσθω θεούς.τὸ μὲν σὸν ἀλγῶ, Κάδμε· σὸς δʼ ἔχει δίκηνπαῖς παιδὸς ἀξίαν μέν, ἀλγεινὴν δὲ σοί.ὦ πάτερ, ὁρᾷς γὰρ τἄμʼ ὅσῳ μετεστράφηδράκων γενήσῃ μεταβαλών, δάμαρ τε σὴἐκθηριωθεῖσʼ ὄφεος ἀλλάξει τύπον,ἣν Ἄρεος ἔσχες Ἁρμονίαν θνητὸς γεγώς.ὄχον δὲ μόσχων, χρησμὸς ὡς λέγει Διός,ἐλᾷς μετʼ ἀλόχου, βαρβάρων ἡγούμενος.πολλὰς δὲ πέρσεις ἀναρίθμῳ στρατεύματιπόλεις· ὅταν δὲ Λοξίου χρηστήριονδιαρπάσωσι, νόστον ἄθλιον πάλινσχήσουσι· σὲ δʼ Ἄρης Ἁρμονίαν τε ῥύσεταιμακάρων τʼ ἐς αἶαν σὸν καθιδρύσει βίον.ταῦτʼ οὐχὶ θνητοῦ πατρὸς ἐκγεγὼς λέγωΔιόνυσος, ἀλλὰ Ζηνός· εἰ δὲ σωφρονεῖνἔγνωθʼ, ὅτʼ οὐκ ἠθέλετε, τὸν Διὸς γόνονεὐδαιμονεῖτʼ ἂν σύμμαχον κεκτημένοι.