πρῶτον μὲν ἐς τόνδʼ αἰθέρʼ ὄμμα σὸν μέθες.ἰδού· τί μοι τόνδʼ ἐξυπεῖπας εἰσορᾶν;ἔθʼ αὑτὸς ἤ σοι μεταβολὰς ἔχειν δοκεῖ;λαμπρότερος ἢ πρὶν καὶ διειπετέστερος.τὸ δὲ πτοηθὲν τόδʼ ἔτι σῇ ψυχῇ πάρα;οὐκ οἶδα τοὔπος τοῦτο. γίγνομαι δέ πωςἔννους, μετασταθεῖσα τῶν πάρος φρενῶν.κλύοις ἂν οὖν τι κἀποκρίναιʼ ἂν σαφῶς;ὡς ἐκλέλησμαί γʼ ἃ πάρος εἴπομεν, πάτερ.ἐς ποῖον ἦλθες οἶκον ὑμεναίων μέτα;Σπαρτῷ μʼ ἔδωκας, ὡς λέγουσʼ, Ἐχίονι.τίς οὖν ἐν οἴκοις παῖς ἐγένετο σῷ πόσει;Πενθεύς, ἐμῇ τε καὶ πατρὸς κοινωνίᾳ.τίνος πρόσωπον δῆτʼ ἐν ἀγκάλαις ἔχεις;λέοντος, ὥς γʼ ἔφασκον αἱ θηρώμεναι.σκέψαι νυν ὀρθῶς· βραχὺς ὁ μόχθος εἰσιδεῖν.ἔα, τί λεύσσω; τί φέρομαι τόδʼ ἐν χεροῖν;ἄθρησον αὐτὸ καὶ σαφέστερον μάθε.ὁρῶ μέγιστον ἄλγος ἡ τάλαινʼ ἐγώ.μῶν σοι λέοντι φαίνεται προσεικέναι;οὔκ, ἀλλὰ Πενθέως ἡ τάλαινʼ ἔχω κάρα.ᾠμωγμένον γε πρόσθεν ἢ σὲ γνωρίσαι.τίς ἔκτανέν νιν;—πῶς ἐμὰς ἦλθεν χέρας;δύστηνʼ ἀλήθειʼ, ὡς ἐν οὐ καιρῷ πάρει.λέγʼ, ὡς τὸ μέλλον καρδία πήδημʼ ἔχει.σύ νιν κατέκτας καὶ κασίγνηται σέθεν.ποῦ δʼ ὤλετʼ; ἦ κατʼ οἶκον; ἢ ποίοις τόποις;οὗπερ πρὶν Ἀκτέωνα διέλαχον κύνες.τί δʼ ἐς Κιθαιρῶνʼ ἦλθε δυσδαίμων ὅδε;ἐκερτόμει θεὸν σάς τε βακχείας μολών.ἡμεῖς δʼ ἐκεῖσε τίνι τρόπῳ κατήραμεν;ἐμάνητε, πᾶσά τʼ ἐξεβακχεύθη πόλις.Διόνυσος ἡμᾶς ὤλεσʼ, ἄρτι μανθάνω.ὕβριν γʼ ὑβρισθείς· θεὸν γὰρ οὐχ ἡγεῖσθέ νιν.τὸ φίλτατον δὲ σῶμα ποῦ παιδός, πάτερ;ἐγὼ μόλις τόδʼ ἐξερευνήσας φέρω.ἦ πᾶν ἐν ἄρθροις συγκεκλῃμένον καλῶς;Πενθεῖ δὲ τί μέρος ἀφροσύνης προσῆκʼ ἐμῆς;ὑμῖν ἐγένεθʼ ὅμοιος, οὐ σέβων θεόν.τοιγὰρ συνῆψε πάντας ἐς μίαν βλάβην,