Διόνυσε, λισσόμεσθά σʼ, ἠδικήκαμεν.ὄψʼ ἐμάθεθʼ ἡμᾶς, ὅτε δὲ χρῆν, οὐκ ᾔδετε.ἐγνώκαμεν ταῦτʼ· ἀλλʼ ἐπεξέρχῃ λίαν.καὶ γὰρ πρὸς ὑμῶν θεὸς γεγὼς ὑβριζόμην.ὀργὰς πρέπει θεοὺς οὐχ ὁμοιοῦσθαι βροτοῖς.πάλαι τάδε Ζεὺς οὑμὸς ἐπένευσεν πατήρ.αἰαῖ, δέδοκται, πρέσβυ, τλήμονες φυγαί.τί δῆτα μέλλεθʼ ἅπερ ἀναγκαίως ἔχει;ὦ τέκνον, ὡς ἐς δεινὸν ἤλθομεν κακὸνπάντες, σύ θʼ ἡ τάλαινα σύγγονοί τε σαί,ἐγώ θʼ ὁ τλήμων· βαρβάρους ἀφίξομαιγέρων μέτοικος· ἔτι δέ μοι τὸ θέσφατονἐς Ἑλλάδʼ ἀγαγεῖν μιγάδα βάρβαρον στρατόν.καὶ τὴν Ἄρεως παῖδʼ Ἁρμονίαν, δάμαρτʼ ἐμήν,δράκων δρακαίνης φύσιν ἔχουσαν ἀγρίανἄξω ʼπὶ βωμοὺς καὶ τάφους Ἑλληνικούς,ἡγούμενος λόγχαισιν· οὐδὲ παύσομαικακῶν ὁ τλήμων, οὐδὲ τὸν καταιβάτηνἈχέροντα πλεύσας ἥσυχος γενήσομαι.ὦ πάτερ, ἐγὼ δὲ σοῦ στερεῖσα φεύξομαι.τί μʼ ἀμφιβάλλεις χερσίν, ὦ τάλαινα παῖ,ὄρνις ὅπως κηφῆνα πολιόχρων κύκνος;ποῖ γὰρ τράπωμαι πατρίδος ἐκβεβλημένη;οὐκ οἶδα, τέκνον· μικρὸς ἐπίκουρος πατήρ.χαῖρʼ, ὦ μέλαθρον, χαῖρʼ, ὦ πατρίαπόλις· ἐκλείπω σʼ ἐπὶ δυστυχίᾳφυγὰς ἐκ θαλάμων.στεῖχέ νυν, ὦ παῖ, τὸν Ἀρισταίουστένομαί σε, πάτερ.κἀγὼ σέ, τέκνον,καὶ σὰς ἐδάκρυσα κασιγνήτας.δεινῶς γὰρ τάνδʼ αἰκείανΔιόνυσος ἄναξ τοὺς σοὺς εἰςοἴκους ἔφερεν.καὶ γὰρ ἔπασχον δεινὰ πρὸς ὑμῶν,ἀγέραστον ἔχων ὄνομʼ ἐν Θήβαις.χαῖρε, πάτερ, μοι.χαῖρʼ, ὦ μελέαθύγατερ. χαλεπῶς δʼ ἐς τόδʼ ἂν ἥκοις.ἄγετʼ, ὦ πομποί, με κασιγνήτας