σὺν τῷ γέροντι Τειρεσίᾳ Βακχῶν πάρα·πάλιν δὲ κάμψας εἰς ὄρος κομίζομαιτὸν κατθανόντα παῖδα Μαινάδων ὕπο.καὶ τὴν μὲν Ἀκτέωνʼ Ἀρισταίῳ ποτὲτεκοῦσαν εἶδον Αὐτονόην Ἰνώ θʼ ἅμαἔτʼ ἀμφὶ δρυμοὺς οἰστροπλῆγας ἀθλίας,τὴν δʼ εἶπέ τίς μοι δεῦρο βακχείῳ ποδὶστείχειν Ἀγαύην, οὐδʼ ἄκραντʼ ἠκούσαμεν·λεύσσω γὰρ αὐτήν, ὄψιν οὐκ εὐδαίμονα.πάτερ, μέγιστον κομπάσαι πάρεστί σοι,πάντων ἀρίστας θυγατέρας σπεῖραι μακρῷθνητῶν· ἁπάσας εἶπον, ἐξόχως δʼ ἐμέ,ἣ τὰς παρʼ ἱστοῖς ἐκλιποῦσα κερκίδαςἐς μείζονʼ ἥκω, θῆρας ἀγρεύειν χεροῖν.φέρω δʼ ἐν ὠλέναισιν, ὡς ὁρᾷς, τάδελαβοῦσα τἀριστεῖα, σοῖσι πρὸς δόμοιςὡς ἀγκρεμασθῇ· σὺ δέ, πάτερ, δέξαι χεροῖν·γαυρούμενος δὲ τοῖς ἐμοῖς ἀγρεύμασινκάλει φίλους ἐς δαῖτα· μακάριος γὰρ εἶ,μακάριος, ἡμῶν τοιάδʼ ἐξειργασμένων.ὦ πένθος οὐ μετρητὸν οὐδʼ οἷόν τʼ ἰδεῖν,φόνον ταλαίναις χερσὶν ἐξειργασμένων.καλὸν τὸ θῦμα καταβαλοῦσα δαίμοσινἐπὶ δαῖτα Θήβας τάσδε κἀμὲ παρακαλεῖς.οἴμοι κακῶν μὲν πρῶτα σῶν, ἔπειτʼ ἐμῶν·ὡς ὁ θεὸς ἡμᾶς ἐνδίκως μέν, ἀλλʼ ἄγαν,Βρόμιος ἄναξ ἀπώλεσʼ οἰκεῖος γεγώς.ὡς δύσκολον τὸ γῆρας ἀνθρώποις ἔφυἔν τʼ ὄμμασι σκυθρωπόν. εἴθε παῖς ἐμὸςεὔθηρος εἴη, μητρὸς εἰκασθεὶς τρόποις,ὅτʼ ἐν νεανίαισι Θηβαίοις ἅμαθηρῶν ὀριγνῷτʼ· ἀλλὰ θεομαχεῖν μόνονοἷός τʼ ἐκεῖνος. νουθετητέος, πάτερ,σοὐστίν. τίς αὐτὸν δεῦρʼ ἂν ὄψιν εἰς ἐμὴνκαλέσειεν, ὡς ἴδῃ με τὴν εὐδαίμονα;φεῦ φεῦ· φρονήσασαι μὲν οἷʼ ἐδράσατεἀλγήσετʼ ἄλγος δεινόν· εἰ δὲ διὰ τέλουςἐν τῷδʼ ἀεὶ μενεῖτʼ ἐν ᾧ καθέστατε,οὐκ εὐτυχοῦσαι δόξετʼ οὐχὶ δυστυχεῖν.τί δʼ οὐ καλῶς τῶνδʼ ἢ τί λυπηρῶς ἔχει;